Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 9

38.7 Θηβαῖοι δὲ τὸν ποταμὸν τὸν Κηφισόν φασιν ὑπὸ Ἡρακλέους ἐς τὸ πεδίον ἀποστραφῆναι τὸ Ὀρχομένιον· τέως δὲ αὐτὸν ὑπὸ τὸ ὄρος ἐς θάλασσαν ἐξιέναι, πρὶν ἢ τὸν Ἡρακλέα τὸ χάσμα ἐμφράξαι τὸ διὰ τοῦ ὄρους. ἐπίσταται μὲν οὖν καὶ Ὅμηρος λίμνην ἄλλως τὴν Κηφισίδα οὖσαν καὶ οὐχ ὑπὸ Ἡρακλέους πεποιημένην, καὶ ἐπὶ τῷδε εἴρηκε λίμνῃ κεκλιμένος Κηφισίδι· Hom. Il. 5.709
38.8 ἔχει δὲ οὐδὲ εἰκότα λόγον τοὺς Ὀρχομενίους μὴ καὶ τὸ χάσμα ἐξευρεῖν καὶ τοῦ Ἡρακλέους ἀναρρήξαντας τὸ ἔργον ἀποδοῦναι τὴν διέξοδον τῷ Κηφισῷ τὴν ἀρχαίαν, ἐπεὶ μηδὲ ἄχρι τῶν Τρωικῶν χρήμασιν ἀδυνάτως εἶχον. μαρτυρεῖ δέ μοι καὶ Ὄμηρος ἐν Ἀχιλλέως ἀποκρίσει πρὸς τοὺς παρὰ Ἀγαμέμνονος πρέσβεις· οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσσεται, Hom. Il. 9.381δῆλα δήπουθεν ὡς καὶ τότε προσιόντων τοῖς Ὀρχομενίοις χρημάτων πολλῶν.
38.9 Ἀσπληδόνα δὲ ἐκλιπεῖν τοὺς οἰκήτοράς φασιν ὕδατος σπανίζοντος· γενέσθαι δὲ τὸ ὄνομα ἀπὸ Ἀσπληδόνος τῇ πόλει, τοῦτον δὲ εἶναι νύμφης τε Μιδείας καὶ Ποσειδῶνος. ὁμολογεῖ δὲ καὶ ἔπη σφίσιν ἃ ἐποίησε Χερσίας, ἀνὴρ Ὀρχομένιος· ἐκ δὲ Ποσειδάωνος ἀγακλειτῆς τε Μιδείης Ἀσπληδὼν γένεθʼ υἱὸς ἀνʼ εὐρύχορον πτολίεθρον. Chersias of Orchomenus, unknown location.
38.10 τοῦδε τοῦ Χερσίου τῶν ἐπῶν οὐδεμία ἦν ἔτι κατʼ ἐμὲ μνήμη, ἀλλὰ καὶ τάδε ἐπηγάγετο ὁ Κάλλιππος ἐς τὸν αὐτὸν λόγον τὸν ἔχοντα ἐς Ὀρχομενίους· τούτου δὲ τοῦ Χερσίου καὶ ἐπίγραμμα οἱ Ὀρχομένιοι τὸ ἐπὶ τῷ Ἡσιόδου τάφῳ μνημονεύουσιν.
39.1 τὰ μὲν δὴ πρὸς τῶν ὀρῶν Φωκεῖς ὑπεροικοῦσιν Ὀρχομενίων, ἐν δὲ τῷ πεδίῳ Λεβάδειά ἐστιν αὐτοῖς ὅμορος. αὕτη τὸ μὲν ἐξ ἀρχῆς ᾠκεῖτο ἐπὶ μετεώρου καὶ ὠνομάζετο Μίδεια ἀπὸ τῆς Ἀσπληδόνος μητρός· Λεβάδου δὲ ἐξ Ἀθηνῶν ἐς αὐτὴν ἀφικομένου κατέβησάν τε ἐς τὸ χθαμαλὸν οἱ ἄνθρωποι καὶ ἐκλήθη Λεβάδεια ἡ πόλις ἀπʼ αὐτοῦ. πατέρα δὲ τοῦ Λεβάδου, καὶ καθʼ ἥντινα αἰτίαν ἦλθεν, οὐκ ἴσασιν ἄλλο ἢ γυναῖκα εἶναι Λεβάδου Λαονίκην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme