Thesauros Literature History ἐκ τῆς βασιλικῆς

ἐκ τῆς βασιλικῆς

ἐκ τῆς βασιλικῆς Appianus of Alexandria
4 κελεύσαντος δὲ Τατίου τὸν χρυσὸν ἐς τὴν παῖδα ἐλίθαζον, ἔστε τιτρωσκομένη κατεχώσθη.
5 ὅτι τὸν πόλεμον τὸν πρὸς Ῥωμύλον Τατίου αἱ Ῥωμαίων γυναῖκες καὶ Σαβίνων θυγατέρες διῄ τησαν, αὐταὶ τῷ χάρακι τῶν γονέων προσελθοῦσαι, χεῖράς τε προτείνουσαι, καὶ βρέφη τὰ ἤδη σφίσιν ἐκ τῶν ἀνδρῶν γενόμενα ἐπιδεικνύουσαι, καὶ τοῖς ἀνδράσι μαρτυροῦσαι μηδὲν ὑβριστικὸν ἐς αὐτὰς ἁμαρτεῖν. ἐδέοντό τε λαβεῖν τινὰ οἶκτον τοὺς Σαβίνους σφῶν τε αὐτῶν καὶ κηδεστῶν καὶ ἐκγόνων καὶ θυγατέρων, καὶ φείσασθαι συγγενοῦς καὶ μιαροῦ πολέμου, ἢ πρώτας ἀνελεῖν αἳ τὴν αἰτίαν ἔχουσι τοῦ πολέμου. οἱ δὲ τῶν τε παρόντων ἀπορίᾳ καὶ οἴκτῳ τῶν γυναικῶν, συγγιγνώσκοντες ἤδη μὴ καθʼ ὕβριν εἰργάσθαι ταῦτα Ρωμαίους ἀλλʼ ὑπὸ χρείας, ἐς τὰς διαλλαγὰς ἐνεδίδουν. καὶ συνελθόντες Ῥωμύλος τε καὶ Τάτιος ἐς τὴν ἐξ ἐκείνου ἱερὰν γενομένην ὁδὸν ἐπὶ τοῖσδε συνέβησαν, βασιλεύειν μὲν ἄμφω, Τάτιόν τε καὶ Ῥωμύλον, Σαβίνους δὲ τοὺς τότε τῷ Τατίῳ συστρατεύσαντας, καὶ εἴ τινες ἄλλοι τῶν Σαβίνων ἐθέλοιεν, ἐς τὸ Ῥωμαίων μετοικίζεσθαι ἐπʼ ἴσῃ καὶ ὁμοίᾳ.
6 ὁ δὲ στρατηγὸς αἰσθόμενος παρʼ ἰδιοξένων ἐξήγγειλεν Ὁστιλίῳ.
7 οἱ δὲ ἐβλασφήμουν αὐτὸν ὡς κακῶς ἐπὶ τρισὶν ἀνδράσι τὰ πάντα θέμενον.
8 συμβάσεις ποιεῖν ἐφʼ οἷς ἂν Γάβιοι δικαιῶσιν.
9 ὠνεῖται τὰ τρία βιβλία τῆς τιμῆς τῶν ἐννέα.
10 ὁ δὲ Ὁράτιος λελωβημένος ἦν τὰ σκέλη, ὑπατείας τε οὐκ ἔτυχεν οὔτε ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ διὰ τὴν ἀχρηστίαν τῶν ποδῶν.
11 οἱ ὕπατοι τὰ ὅρκια προύτεινον, καὶ ἐς πάντα ἔφασαν ἐνδώσειν μᾶλλον ἢ Ταρκύνιον προσήσεσθαι.
12 ὅτι Ταρκύνιος Σαβίνους κατὰ Ῥωμαίων ἠρέθιζε. Κλαύδιος δέ, ἀνὴρ Σαβῖνος ἐκ Ῥηγίλλου πόλεως δυνατός, οὐκ εἴα τοὺς Σαβίνους παρασπονδεῖν, ἕως κρινόμενος ἐπὶ τῷδε ἔφυγεν ἐς Ῥώμην μετὰ συγγενῶν καὶ φίλων καὶ δούλων πεντακισχιλίων. οἷς πᾶσι Ῥωμαῖοι χώραν ἐς οἰκίας ἔδοσαν καὶ γῆν ἐς γεωργίαν, καὶ πολίτας ἔθεντο. τὸν δὲ Κλαύδιον καὶ ἐς τὸ βουλευτήριον κατέλεξαν, ἀποδεικνύμενον ἔργα λαμπρὰ κατὰ τῶν Σαβίνων· καὶ φυλὴν ἐπώνυμον αὐτοῦ κατέστησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme