Thesauros Literature History ἐκ τῆς Ἰταλικῆς

ἐκ τῆς Ἰταλικῆς

ἐκ τῆς Ἰταλικῆς Appianus of Alexandria
V οἱ δὲ ἀπεκρίναντο, ἐὰν ἐκ τῆς Ῥωμαίων γῆς ἀπαγάγῃ τὸν στρατόν, πέμψειν τοὺς συνθησομένους αὐτῷ τὰ πρέποντα. πάλιν δʼ ἀντειπόντος ἔπεμπον ἑτέρους δέκα δεησομένους μηδὲν ἀνάξιον ποιεῖν τῆς πατρίδος, μηδʼ ἐξ ἐπιτάγματος ἀλλʼ ἑκουσίους ἐᾶν γίγνεσθαι τὰς συνθήκας, αἰδούμενόν τε τὴν πατρίδα, καὶ τὸ τῶν προγόνων ἀξίωμα τιμῶντα τῶν ἐς αὐτὸν οὐχ ἁμαρτόντων. ὁ δὲ τοσοῦτον αὐτοῖς ἀπεκρίνατο, τριῶν ἄλλων ἡμερῶν ἥκειν βουλευσαμένους τι κάλλιον. οἱ μὲν δὴ τοὺς ἱερέας ἔπεμπον, ταῖς ἱεραῖς ἐσθῆσιν ἐσταλμένους, ταὐτὰ τοῦ Μαρκίου δεησομένους· ὁ δὲ καὶ τούτοις ἔφη δεῖν ἢ τὰ κελευόμενα ποιεῖν, ἢ μηδʼ αὖ ἀφικνεῖσθαι πρὸς αὐτόν. ἐς οὖν πολιορκίαν καθίσταντο, καὶ τὸ τεῖχος ἐπλήρουν λίθων καὶ βελῶν ὡς ἄνωθεν ἀμυνούμενοι Μάρκιον.
V Οὐαλερία δʼ ἡ Ποπλικόλα θυγάτηρ πολλὰς ἀγομένη γυναῖκας ἐπί τε τὴν μητέρα τοῦ Μαρκίου Οὐετουρίαν καὶ ἐπὶ τὴν γυναῖκα Οὐολουμνίαν, πένθιμα ἠμφιεσμέναι πᾶσαι, καὶ τὰ παιδία ταῖς ἱκεσίαις ἐπιφέρουσαι, συνεξελθεῖν αὑταῖς πρὸς Μάρκιον ἠξίουν αὐτάς, καὶ δεηθῆναι φείσασθαι σφῶν τε αὐτῶν καὶ τῆς πατρίδος. αἱ μὲν δὴ τῆς βουλῆς ἐπιτρεπούσης ἐξῄεσαν, μόναι γυναῖκες, ἐς ἐχθρῶν στρατόπεδον· ὁ δὲ Μάρκιος θαυμάζων τῆς εὐτολμίας τὴν πόλιν, οἷα Ῥωμαίων ἐστὶ καὶ τὰ γύναια, προσιούσαις ἀπήντα, καὶ τὰς ῥάβδους καθῄρει καὶ τοὺς πελέκεας διὰ τὴν μητέρα, προσδραμών τε ἠσπάζετο, καὶ ἦγεν ἐπὶ τὸ συνέδριον τῶν Οὐολούσκων, καὶ λέγειν ἐκέλευσεν ὅ τι χρῄζοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme