V
ἡ δὲ συνηδικῆσθαι μὲν ἐξελαυνομένῳ τῆς πόλεως, μήτηρ οὖσα, ἔφη, ὁρᾶν δʼ ὅτι Ῥωμαῖοι πολλὰ πρὸς αὐτοῦ πεπόνθασιν ἤδη καὶ τίσιν ἔτισαν ἱκανήν, ὧν χώρα τε τοσαύτη διέφθαρται καὶ πόλεις ἀπολώλασι πολλαί, καὶ τὸ Ῥωμαίοις ἔσχατον, παρακαλοῦσι καὶ πρέσβεις πέμπουσιν ὑπάτους καὶ ἱερέας καὶ μητέρα καὶ γυναῖκα, τό τε ἀδίκημα ἰῶνται ἀμνηστίᾳ καὶ καθόδῳ. σὺ δὲ μὴ ἀνιάτῳ κακῷ τὸ κακὸν ἰῶ, μηδὲ συμφοραῖς ἐπιχείρει κοιναῖς αὐτοῦ τε σοῦ καὶ τῶν ἀδικούντων. ποῖ φέρων οἴσεις τὸ πῦρ; μετὰ τὴν χώραν ἐπὶ τὴν πόλιν; μετὰ τὴν πόλιν ἐπὶ τὴν ἑστίαν τὴν σήν; μετὰ τὴν ἑστίαν ἐπὶ τὰ ἱερά; δὸς χάριν, ὦ παῖ, κἀμοὶ καὶ τῇ πατρίδι παρακαλούσαις. ἡ μὲν δὴ τοσαῦτα εἶπεν, ὁ δὲ Μάρκιος οὐκ εἴα πατρίδα καλεῖν τὴν ἐκβαλοῦσαν ἀλλὰ τὴν ὑποδεδεγμένην· οὐδὲν γὰρ εἶναι φίλιον, ἂν ἀδικῇ, οὐδὲ ἐχθρὸν εὖ ποιοῦν· καὶ τὸ τῶν παρόντων ἐκέλευεν ὁρᾶν, πίστιν τε δόντων αὐτῷ καὶ λαβόντων, καὶ πολίτην πεποιημένων καὶ στρατηγὸν ἀποφηνάντων καὶ τὰ ἴδια ἐπιτρεψάντων. τιμάς τε ὅσων ἠξίωτο, καὶ ὅρκους οὓς ὤμοσεν αὐτοῖς, ἐπεξῄει, καὶ παρεκάλει τὴν μητέρα τοὺς αὐτοὺς ἐκείνοις τίθεσθαι πολεμίους καὶ φίλους.
V
ἡ δὲ ἔτι λέγοντος ἀγανακτήσασα καὶ τὰς χεῖρας ἐς τὸν οὐρανὸν ἀνασχοῦσα, θεοὺς γενεθλίους ἐμαρτύρατο δύο μὲν ἤδη πρεσβείας γυναικῶν ἀπὸ Ῥώμης ἐν μεγάλοις ἐστάλθαι κακοῖς, ἐπὶ Τατίου βασιλέως καὶ Γαΐου Μαρκίου, τούτοιν δὲ Τάτιον μέν, ὄντα ξένον καὶ ἀληθῆ πολέμιον, ἐνδοῦναι ταῖς γυναιξὶν αἰδούμενον, Μάρκιον δʼ ὑπερορᾶν πρεσβείας γυναικῶν τοσῶνδε, καὶ τῆς γεγαμημένης καὶ μητρὸς ἐπὶ ταύταις. ἄλλη μὲν οὖν, ἔφη, μηδεμία μήτηρ, ἀτυχοῦσα παιδός, ἐς ἀνάγκην ἀφίκοιτο προσπεσεῖν αὐτῷ· ἐγὼ δὲ καὶ τοῦτο ὑφίσταμαι· προκυλίσομαί σου. καὶ λέγουσα ἐς τὸ ἔδαφος ἑαυτὴν ἐρρίπτει. ὁ δὲ ἐδάκρυσέ τε καὶ ἀνεπήδα καὶ ἀντείχετο αὐτῆς, ὑπό τε τοῦ πάθους ἐξεφώνησε, νικᾷς, ὦ μῆτερ, ἀλλὰ νίκην ἐξ ἧς τὸν υἱὸν ἀπολεῖς. ταῦτα εἰπὼν ἀπῆγε τῆν στρατιὰν ὡς λόγον ἀποδώσων Οὐολούσκοις καὶ τὰ ἔθνη συναλλάξων· ἐλπίς τε ἦν ὅτι καὶ ταῦτα πείσει Οὐολούσκους. κατελεύσθη δὲ φθονούμενος παρὰ τοῦ στρατηγοῦ Ἀττίου.
Vb
ὁ δὲ Μάρκιος ἀντιλέγειν μὲν πρὸς οὐδὲ ἓν αὐτῶν ἐδικαίου.