Thesauros Literature History ἐκ τῆς Ἰταλικῆς

ἐκ τῆς Ἰταλικῆς

ἐκ τῆς Ἰταλικῆς Appianus of Alexandria
VI ἐλεεινοὶ τοῦ πάθους, ἀξιέπαινοι τῆς ἀρετῆς γενόμενοι. μέγα γὰρ τοῦτο Ῥωμαίοις πάθος ἐγένετο καὶ πλήθους ἕνεκα καὶ ἀξιώματος εὐγενοῦς οἴκου καὶ πανωλεθρίας. καὶ τὴν ἡμέραν ἀποφράδα τίθενται.
VII τῷ δὲ στρατηγῷ στρατὸς ἦν δυσπειθὴς ὑπὸ μνησικακίας, ἐθελοκάκως τε ἠγωνίζοντο, καὶ ἔφευγον ἐπιδησάμενοι τὰ σώματα ὡς τετρωμένοι, καὶ τὰς σκηνὰς διέλυον, καὶ ἀναχωρεῖν ἐπεχείρουν, ἀπειρίαν ἐπικαλοῦντες τῷ στρατηγῷ.
VIII ὅτι σημειων γενομενων ἐκ Διὸς ἀηδῶν μετὰ τὴν Οὐηιεντίας ἅλωσιν, οἱ μάντεις ἔλεγον ἐκλειφθῆναί τινα πρὸς εὐσέβειαν, καὶ ὁ Κάμιλλος ἀνήνεγκεν ὅτι τὴν δεκάτην τῆς λείας ἐκλάθοιτο τῷ θεῷ τῷ χρήσαντι περὶ τῆς λίμνης ἐξελέσθαι. ἡ μὲν οὖν βουλὴ τοὺς λαβόντας ὁτιοῦν ἐκ τῆς Οὐηιέντης ἐκέλευσεν ἀποτιμήσασθαι καθʼ αὑτοὺς καὶ σὺν ὅρκῳ τὸ δέκατον εἰσενεγκεῖν, ὑπὸ δὲ εὐσεβείας οὐκ ὤκνησε καὶ τῆς γῆς ἤδη πεπραμένης, ὡς λαφύρου, τὸ δέκατον ἀναθεῖναι. κρατήρ τε ἀπὸ τῶνδε τῶν χρημάτων ἐν Δελφοῖς ἔκειτο χρύσεος ἐπὶ χαλκῆς βάσεως ἐν τῷ Ῥωμαίων καὶ Μασσαλιητῶν θησαυρῷ, μέχρι τὸν μὲν χρυσὸν Ὀνόμαρχος ἐν τῷ Φωκικῷ πολέμῳ κατεχώνευσε, κεῖται δʼ ἡ βάσις.
VIII αὐτὸν δὲ Κάμιλλον ἐν τῷ δήμῳ τις ἐδιωκεν ὡς αἴτιον γεγονότα τῇ πόλει φασμάτων καὶ τεράτων χαλεπῶν, καὶ ὁ δῆμος ἐκ πολλοῦ τὸν ἄνδρα ἀποστρεφόμενος ἐζημίωσε πεντήκοντα μυριάσιν, οὐκ ἐπικλασθεὶς οὐδʼ ὅτι πρὸ τῆς δίκης αὐτῷ παῖς ἐτεθνήκει. τὰ μὲν οὖν χρήματα οἱ φίλοι συνεισήνεγκαν, ἵνα μὴ ὑβρισθείη τὸ σῶμα τοῦ Καμίλλου· αὐτὸς δὲ βαρυθυμῶν ἐς τὴν Ἀρδεατῶν πόλιν μετῴκησεν, εὐξάμενος τὴν Ἀχίλλειον εὐχήν, ἐπιποθῆσαι Ῥωμαίους Κάμιλλον ἐν καιρῷ. καὶ ἀπήντησεν αὐτῷ καὶ τόδε οὐ πολὺ ὕστερον· Κελτῶν γὰρ τὴν πόλιν καταλαβόντων ὁ δῆμος ἐπὶ Κάμιλλον κατέφυγε καὶ δικτάτορα αὖθις εἵλετο, ὡς ἐν ταῖς Κελτικαῖς πράξεσι συγγέγραπται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme