Thesauros Literature History ἐκ τῆς Σαυνιτικῆς

ἐκ τῆς Σαυνιτικῆς

ἐκ τῆς Σαυνιτικῆς Appianus of Alexandria
IV ὅτι Σαυνῖται ἐς τὴν Φρεγελλανῶν ἐμβαλόντες ἐπόρθουν, Ῥωμαῖοι δὲ Σαυνιτῶν καὶ Δαυνίων ὀγδοήκοντα κώμας καὶ μίαν εἷλον, καὶ ἄνδρας ἐξ αὐτῶν χιλίους καὶ δισμυρίους ἀνελόντες ἀπανέστησαν αὐτοὺς ἀπὸ τῆς Φρεγέλλης. καὶ πάλιν ἐς Ῥώμην ἐπρέσβευον οἱ Σαυνῖται, νεκρὰ σώματα ἀνδρῶν φέροντες ὡς αἰτίους τοῦδε τοῦ πολέμου γεγονότας ἀνῃρηκότες, καὶ χρυσίον ὡς ἀπὸ τῆς ἐκείνων περιουσίας πεπορισμένον. ἐφʼ οἷς αὐτοὺς ἡ βουλὴ πάνυ νομίζουσα τετρῦσθαι, προσεδόκα κακοπαθοῦντας ἐνδώσειν περὶ τῆς ἡγεμονίας. οἱ δὲ τὰ μὲν ἄλλα ἐδέχοντο, καὶ εἴ τι καὶ ἀντέλεγον, ἢ παρῃτοῦντο καὶ παρεκάλουν ἢ ἐς τὰς πόλεις ἀνετίθεντο· περὶ δὲ τῆς ἡγεμονίας οὐκ ἀνασχόμενοι πάλιν οὐδʼ ἀκοῦσαι, οὐκ ἐκδωσόμενοι δὴ τὰς πόλεις ἔφασαν ἥκειν, ἀλλʼ ἐς φιλίαν συνάξοντες. λυσάμενοι δὴ τοῦ χρυσίου τοὺς αἰχμαλώτους ἀπῄεσαν ὀργῇ, καὶ τὴν πεῖραν ἔχοντες τὴν περὶ τῆς ἡγεμονίας.
IV καὶ Ῥωμαῖοι μὲν ἐψηφίζοντο μηδὲ πρεσβείας ἔτι παρὰ Σαυνιτῶν προσίεσθαι, ἀλλʼ ἄσπονδον καὶ ἀκήρυκτον πόλεμον αὐτοῖς πολεμεῖν ἕως κατὰ κράτος ἐξέλωσι, θεὸς δʼ ἐνεμέσησε τῆς μεγαληγορίας, καὶ ὕστερον ἡττήθησαν ὑπὸ Σαυνιτῶν καὶ ὑπὸ ζυγὸν ἤχθησαν οἱ Ῥωμαῖοι. ἐς γὰρ στενώτατον χῶρον τούτους συγκλείσαντες οἱ Σαυνῖται τοῦ Ποντίου σφῶν στρατηγοῦντος, καὶ λιμῷ πιεζομένων Ῥωμαίων, οἱ στρατηγοὶ σφῶν πρεσβευσάμενοι παρεκάλουν τὸν Πόντιον καταθέσθαι Ῥωμαίοις χάριν, ἣν οὐ πολλοὶ παρέχουσι καιροί. ὁ δὲ ἀπεκρίνατο μὴ δεῖν μηδὲ πρεσβεύειν ἔτι πρὸς αὐτόν, εἰ μὴ τὰ ὅπλα καὶ αὑτοὺς παραδοῖεν. θρῆνος οὖν ἦν οἷα πόλεως ἁλούσης. καὶ οἱ στρατηγοὶ διέτριψαν μὲν ἔτι ἄλλας ἡμέρας, ὀκνοῦντες ἀνάξιόν τι τῆς πόλεως ἐργάσασθαι· ὡς δʼ οὔτε μηχανὴ σωτηρίας ἐφαίνετο, ὅ τε λιμὸς ἐπίεζεν αὐτούς, καὶ νεότης ἦν πέντε μυριάδων, ἣν ὤκνουν φθειρομένην ὑπεριδεῖν, ἐπέτρεψαν ἑαυτοὺς τῷ Ποντίῳ, καὶ παρεκάλουν, εἴτε κτείνειν εἴτε πωλεῖν εἴτε φυλάσσειν ἐπὶ λύτροις ἕλοιτο, μηδὲν ἐς σώματα ἀνδρῶν ἀτυχούντων ὑβρίσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme