Thesauros Literature History ἐκ τῆς Σαυνιτικῆς

ἐκ τῆς Σαυνιτικῆς

ἐκ τῆς Σαυνιτικῆς Appianus of Alexandria
IV ὁ μὲν τοσαῦτα εἶπεν, ὁ δὲ παῖς ἀντέλεξεν· ὅτι μέν, ὦ πάτερ, ἐναντιώτατα εἶπας ἀλλήλοις, οὐ θαυμάζω· προεῖπας γὰρ ἐρεῖν ὑπερβολὰς ἑκατέρων. ἐγὼ δὲ οὐ κτενῶ μὲν ἄνδρας τοσούτους, νέμεσίν τε θεοῦ φυλασσόμενος καὶ φθόνον ἀνθρώπων αἰδούμενος, καὶ τὰ ἔθνη τὰς ἐς ἀλλήλους ἐλπίδας οὐκ ἀφαιρήσομαι διʼ ἀνηκέστου κακοῦ. περὶ δὲ τῆς ἀφέσεως οὐδʼ αὐτῷ μέν μοι δοκεῖ, Ῥωμαίων πολλὰ καὶ δεινὰ δεδρακότων ἡμᾶς, καὶ χωρία καὶ πόλεις ἡμετέρας ἔτι νῦν ἐχόντων, τούσδε τοὺς εἰλημμένους ἀπολύειν παντὸς ἀπαθεῖς. οὐ ποιήσω· ἐμπληξία γὰρ ἡ ἄλογος φιλανθρωπία. ἐπισκόπει δέ, παρεὶς ἐμέ, καὶ τὸ τῶν Σαυνιτῶν· ὧν παῖδες καὶ πατέρες καὶ ἀδελφοὶ τεθνᾶσιν ὑπὸ Ῥωμαίων, καὶ κτήματα καὶ χρήματα ἀφῃρημένοι χρῄζουσι παραμυθίας· φύσει δὲ γαῦρον ὁ νενικηκώς, καὶ τὰ κέρδη περιβλέπονται. τίς οὖν ἀνέξεταί μου τούσδε μὴ κτείνειν μηδὲ πωλεῖν μηδὲ ζημιοῦν, ἀλλʼ ὡς εὐεργέτας ἀπαθεῖς προπέμπειν; διὰ μὲν δὴ ταῦτα παρῶμεν τὰς ὑπερβολάς, ἐπεὶ τῆς μὲν οὐ κύριος ἐγώ, τῆς δʼ ἀπανθρωποτέρας οὐκ ἀνέχομαι· ὡς δʼ ἂν καὶ Ῥωμαίων τι τοῦ φρονήματος περιέλοιμι καὶ τὰ πρὸς τοὺς ἄλλους ἀδιάβλητος εἴην, ὅπλα μὲν αὐτούς, οἷς ἐχρήσαντο ἀεὶ καθʼ ἡμῶν, ἀφαιρήσομαι καὶ χρήματα (καὶ γὰρ ταῦτα ἔχουσι παρʼ ἡμῶν), ἐκπέμψω δʼ ὑπὸ ζυγὸν σώους, ᾗ τινὶ αἰσχύνῃ καὶ αὐτοὶ κατʼ ἄλλων ἐχρήσαντο, καὶ εἰρήνην εἶναι τοῖς ἔθνεσι συνθήσομαι, τῶν τε ἱππέων ἐπιλέξομαι τοὺς ἐπιφανεστάτους ὅμηρα τῶνδε τῶν συνθηκῶν, ἕως ἅπας ὁ δῆμος ἐπιψηφίσῃ. καὶ τάδε ποιῶν ἡγοῦμαι νενικηκότος τε ἔργα ποιήσειν καὶ φιλανθρώπου, Ῥωμαίους τε ἀγαπήσειν ὅσα καὶ αὐτοί, φάσκοντες ἀρετῆς ἀντιποιεῖσθαι, πολλάκις ἐς ἄλλους ἔδρασαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme