VII
Ῥωμαῖοι δὲ τούτων πυθόμενοι πρέσβεις ἐς Ταραντα πέμπουσι, τοὺς μὲν αἰχμαλώτους κελεύοντες, οὓς οὐ πολεμοῦντας ἀλλὰ θεωμένους ἔλαβον, ἀποδοῦναι, Θουρίων δʼ οὓς ἐξέβαλον, εἰς τὴν πόλιν καταγαγεῖν, ἅ τε διηρπάκεσαν αὐτούς, ἢ τὴν ζημίαν τῶν ἀπολομένων, ἀποτῖσαι, σφίσι δʼ ἐκδοῦναι τοὺς αἰτίους τῆς παρανομίας, εἰ Ῥωμαίων ἐθέλουσιν εἶναι φίλοι. οἱ δὲ τοὺς πρέσβεις μόλις ποτὲ ἐπὶ τὸ κοινὸν ἐπήγαγον, καὶ ἐπελθόντας ἐχλεύαζον εἴ τι μὴ καλῶς ἑλληνίσειαν· ἔσκωπτον δὲ καὶ τὴν στολὴν αὐτῶν καὶ τὸ ἐπιπόρφυρον. Φιλωνίδης δέ τις, ἀνὴρ γελοῖος καὶ φιλοσκώμμων, Ποστουμίῳ τῷ τῆς πρεσβείας ἡγουμένῳ προσελθὼν ἀπεστράφη τε, καὶ ἐπικύψας τὴν ἐσθῆτα ἀνεσύρατο τὴν ἑαυτοῦ, καὶ τοῦ πρεσβευτοῦ κατησχημόνησεν. καὶ τὸ μὲν θέατρον ἔπαιζεν ὡς ἐπὶ γελοίῳ, Ποστούμιος δὲ προτείνας τὸ μεμολυσμένον, ἐκπλυνεῖτε, ἔφη, τοῦτο αἵματι πολλῷ, τοιούτοις ἀρεσκόμενοι γέλωσιν. καὶ οὐδὲν τῶν Ταραντίνων ἀποκριναμένων ἀπῆλθον οἱ πρέσβεις. ὁ δὲ Ποστούμιος τὴν ὕβριν ἐκ τῆς ἐσθῆτος οὐκ ἀποπλύνας ἐπέδειξε Ῥωμαίοις, καὶ ὁ δῆμος ἀγανακτῶν Αἰμιλίῳ πολεμοῦντι Σαυνίταις ἐπέστειλε τὰ μὲν Σαυνιτῶν ἐν τῷ παρόντι ἐᾶν, εἰς δὲ τὴν Ταραντίνων εἰσβάλλειν, καὶ αὐτοὺς ἐφʼ οἷς ἠξίουν οἱ πρέσβεις ἐς διαλλαγὰς προκαλέσασθαι, ἂν δʼ ἀπειθῶσι, πολεμεῖν κατὰ κράτος. ὁ μὲν δὴ τάδε προύτεινε τοῖς Ταραντίνοις, οἱ δὲ οὐκ ἐγέλων ἔτι τὴν στρατιὰν ὁρῶντες, ἀλλʼ ἐγίγνοντο ταῖς γνώμαις ἀγχώμαλοι, μέχρι τις ἀποροῦσι καὶ βουλευομένοις ἔφη, τὸ μὲν ἐκδοῦναί τινας ἤδη δεδουλωμένων εἶναι, τὸ δὲ πολεμεῖν μόνους ἐπισφαλές. εἰ δὲ καὶ τῆς ἐλεὺθερίας ἐγκρατῶς ἑξόμεθα καὶ πολεμήσομεν ἐξ ἴσου, Πύρρον ἐξ Ἠπείρου τὸν βασιλέα καλῶμεν, καὶ στρατηγὸν ἀποφήνωμεν τοῦδε τοῦ πολέμου. ὃ καὶ γέγονεν.