Thesauros Literature History ἐκ τῆς Σικελῖκης καὶ νησιωτικής

ἐκ τῆς Σικελῖκης καὶ νησιωτικής

ἐκ τῆς Σικελῖκης καὶ νησιωτικής Appianus of Alexandria
I ὅτι ἀποροῦντες Ῥωμαῖοί τε καὶ Καρχηδόνιοι χρηματων, οἱ μὲν οὐκέτι ἐναυπήγουν, τετρυμένοι διὰ τὰς ἐσφοράς, ἀλλὰ πεζὴν στρατιὰν καταλέγοντες ἐξέπεμπον ἐς Λιβύην καὶ ἐς Σικελίαν ἀνὰ ἔτος ἕκαστον, Καρχηδόνιοι δʼ ἐς Πτολεμαῖον ἐπρεσβεύοντο, τὸν Πτολεμαίου τοῦ Λάγου, βασιλέα Αἰγύπτου, δισχίλια τάλαντα κιχρώμενοι. τῷ δʼ ἦν ἔς τε Ῥωμαίους καὶ Καρχηδονίους φιλία, καὶ συναλλάξαι σφᾶς ἐπεχείρησεν ἀλλήλοις. οὐ δυνηθεὶς δʼ ἔφη χρῆναι φίλοις κατʼ ἐχθρῶν συμμαχεῖν, οὐ κατὰ φίλων.
II ὅτι οἱ Καρχηδόνιοι δὶς ἐν τῇ γῇ τοῦ αὐτοῦ χρόνου καὶ δὶς ἐν τῇ θαλάσσῃ παθόντες, ἐν ᾗ δὴ καὶ πάνυ προύχειν ἐνόμιζον, καὶ χρημάτων ἀποροῦντες ἤδη καὶ νεῶν καὶ ἀνδρῶν, ᾔτουν ἀνοχὰς παρὰ τοῦ Λουτατίου, καὶ λαβόντες ἐπρεσβεύοντὸ ἐς Ῥώμην περὶ διαλλαγῶν ἐπὶ βραχυτέροις, συνέπεμπόν τε τοῖς πρέσβεσιν Ἀτίλιον Ῥῆγλον τὸν ὕπατον, αἰχμάλωτον ὄντα σφῶν, δεησόμενον τῆς πατρίδος ἐπὶ τοῖσδε συνθέσθαι. ὁ δὲ ἧκε μὲν ὡς αἰχμάλωτος ἐσταλμένος φοινικικῶς, ὑπολειφθεὶς δὲ τῶν πρέσβεων ἐν τῷ βουλευτηρίῳ τετρῦσθαι τὰ Καρχηδονίων ἐδήλου, καὶ παρῄνεσεν ἢ πολεμεῖν ἐγκρατῶς ἢ ἐπὶ πλείοσι συνθέσθαι. καὶ τόνδε μὲν ἐς Καρχηδόνα ἑκόντα ἐπανελθόντα ἔκτειναν οἱ Καρχηδόνιοι, κέντρα σιδήρεα σανίσιν ἐνηρμοσμένα πάντοθεν ἑστῶτι περιθέντες, ἵνα μηδαμόσε δύναιτο ἐπικλίνεσθαι, αὐτοὶ δὲ τὴν εἰρήνην ἐπὶ πλείοσι συνέθεντο.
1 / 5 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme