3.16
θέμενοι δʼ οἱ Καρχηδόνιοι πρὸς Σύφακα εἰρήνην, αὖθις ἐξέπεμπον ἐς Ἰβηρίαν Ἀσδρούβαν μετὰ πλέονος στρατοῦ καὶ ἐλεφάντων τριάκοντα, καὶ σὺν αὐτῷ ἄλλους δύο στρατηγούς, Μάγωνά τε καὶ Ἀσδρούβαν ἕτερον, ὃς Γέσκωνος ἦν υἱός. καὶ χαλεπώτερος ἦν τοῖς Σκιπίωσιν ὁ πόλεμος ἀπὸ τοῦδε, ἐκράτουν δὲ καὶ ὥς. καὶ πολλοὶ μὲν τῶν Λιβύων, πολλοὶ δὲ τῶν ἐλεφάντων ἐφθάρησαν, μέχρι χειμῶνος ἐπιλαβόντος οἱ μὲν Λίβυες ἐχείμαζον ἐν Τυρδιτανίᾳ, τῶν δὲ Σκιπιώνων ὁ μὲν Γναῖος ἐν Ὄρσωνι, ὁ δὲ Πόπλιος ἐν Καστολῶνι. ἔνθα αὐτῷ προσιὼν ὁ Ἀσδρούβας ἀπηγγέλθη· καὶ προελθὼν τῆς πόλεως μετʼ ὀλίγων ἐς κατασκοπὴν στρατοπέδου, ἔλαθε πλησιάσας τῷ Ἀσδρούβᾳ, καὶ αὐτὸν ἐκεῖνος καὶ τοὺς σὺν αὐτῷ πάντας ἱππεῦσι περιδραμὼν ἀπέκτεινεν. ὁ δὲ Γναῖος οὐδέν τι προμαθὼν ἐς τὸν ἀδελφὸν ἐπὶ σῖτον ἔπεμπε στρατιώτας, οἷς ἕτεροι Λιβύων συντυχόντες ἐμάχοντο. καὶ πυθόμενος ὁ Γναῖος ἐξέδραμεν ὡς εἶχε μετὰ τῶν εὐζώνων ἐπʼ αὐτούς. οἱ δὲ τούς τε προτέρους ἀνῃρήκεσαν ἤδη, καὶ τὸν Γναῖον ἐδίωκον, ἕως ἐσέδραμεν ἔς τινα πύργον. καὶ τὸν πύργον ἐνέπρησαν οἱ Λίβυες, καὶ ὁ Σκιπίων κατεκαύθη μετὰ τῶν συνόντων.
3.17
οὕτω μὲν οἱ Σκιπίωνες ἀπέθανον ἄμφω, ἄνδρες ἐς πάντα ἀγαθοὶ γενόμενοι· καὶ αὐτοὺς ἐπεπόθησαν Ἴβηρες, ὅσοι διʼ αὐτοὺς ἐς Ῥωμαίους μετέθεντο. πυθόμενοι δʼ οἱ ἐν ἄστει βαρέως τε ἤνεγκαν, καὶ Μάρκελλον ἐκ Σικελίας ἄρτι ἀφιγμένον, καὶ σὺν αὐτῷ Κλαύδιον, ἐπὶ νεῶν ἐξέπεμπον ἐς Ἰβηρίαν μετὰ χιλίων ἱππέων καὶ πεζῶν μυρίων καὶ χορηγίας ἱκανῆς. οὐδενὸς δὲ λαμπροῦ παρὰ τῶνδε γιγνομένου, τὰ Λιβύων ὑπερηύξετο, καὶ πᾶσαν σχεδὸν Ἰβηρίαν εἶχον, ἐς βραχὺ Ῥωμαίων ἐν τοῖς ὄρεσι τοῖς Πυρηναίοις κατακεκλεις μένων. πάλιν οὖν οἱ ἐν ἄστει πυνθανόμενοι μᾶλλον ἐταράσσοντο· καὶ φόβος ἦν μὴ Ἀννίβου πορθοῦντος τὰ πρόσω τῆς Ἰταλίας, καὶ οἵδε οἱ Λίβυες ἐς τὰ ἕτερα αὐτῆς ἐσβάλοιεν. ὅθεν οὐδὲ ἀποσχέσθαι τῆς Ἰβηρίας βουλομένοις αὐτοῖς δυνατὸν ἦν, δέει τοῦ μὴ καὶ τόνδε τὸν πόλεμον ἐς τὴν Ἰταλίαν ἐπαγαγέσθαι.