5.26
ἐπεὶ δʼ ἐπέλειπεν αὐτὸν ἡ ἀγορὰ καὶ λιμὸς ἥπτετο τοῦ στρατοῦ, ἀναζεῦξαι μὲν οὐκ εὐπρεπὲς ἡγεῖτο εἶναι Σκιπίων· θυσάμενος δέ, καὶ εὐθὺς ἐπὶ ταῖς θυσίαις τὴν στρατιὰν ἐς ἐπήκοον ἐλάσας, καὶ τὸ βλέμμα καὶ τὸ σχῆμα διαθεὶς πάλιν ὥσπερ ἔνθους, ἔφη τὸ δαιμόνιον ἥκειν τὸ σύνηθες αὐτῷ, καὶ καλεῖν ἐπὶ τοὺς πολεμίους. χρῆναι δὲ θαρρεῖν θεῷ μᾶλλον ἢ πλήθει στρατοῦ· καὶ γὰρ τῶν πρότερον ἔργων κατὰ θεόν, οὐ κατὰ πλῆθος κρατῆσαι. ἔς τε πίστιν τῶν λεγομένων τὰ ἱερὰ παραφέρειν ἐς τὸ μέσον ἐκέλευε τοὺς μάντεις. καὶ λέγων ὁρᾷ τινὰς οἰωνοὺς πετομένους, οὓς μεθʼ ὁρμῆς καὶ βοῆς αὐτόθεν ἐπιστραφεὶς ἐδείκνυέ τε, καὶ ἔλεγεν ὅτι οἱ σύμβολα νίκης οἱ θεοὶ καὶ τάδε ἔπεμψαν. συνεκινεῖτο δὲ πρὸς αὐτὰ ἐνθέως ὁρῶν καὶ βοῶν. καὶ ἡ στρατιὰ πᾶσα ἐς τὰς ἐκείνου φαντασίας, περιφερομένου δεῦρο κἀκεῖσε, συνεπεστρέφετο, καὶ πάντες ὡς ἐπὶ νίκην ἕτοιμον ἠρεθίζοντο. ὁ δʼ ἐπεὶ πᾶν εἶχεν ὅσον τι καὶ ἐβούλετο, οὐκ ἀνέθετο, οὐδʼ εἴασε τὴν ὁρμὴν ἐκλυθῆναι, ἀλλʼ ὡς ἔτι ὢν θεόληπτος, ἔφη δεῖν ἐπὶ τοῖσδε τοῖς σημείοις εὐθὺς ἀγωνίσασθαι. καὶ φαγόντας ἐκέλευεν ὁπλίσασθαι, καὶ ἐπῆγεν ἀδοκήτως τοῖς πολεμίοις, τοὺς μὲν ἱππέας Σιλανῷ, τοὺς δὲ πεζοὺς Λαιλίῳ καὶ Μαρκίῳ παραδούς·