6.31
τῷ δʼ αὐτῷ χρόνῳ Μάγωνί τινες Κελτιβήρων καὶ Ἰβήρων ἔτι ἐμισθοφόρουν, ὧν αἱ πόλεις ἐς Ῥωμαίους μετετέθειντο. καὶ ὁ Μάρκιος αὐτοῖς ἐπιθέμενος χιλίους μὲν καὶ πεντακοσίους διέφθειρεν, οἱ δὲ λοιποὶ διέφυγον αὐτὸν ἐς τὰς πόλεις. ἑτέρους δὲ ἑπτακοσίους ἱππέας καὶ πεζοὺς ἑξακιοχιλίους, Ἄννωνος αὐτῶν ἡγουμένου, συνήλασεν ἐς λόφον, ὅθεν ἀποροῦντες ἁπάντων ἐπρεσβεύοντο πρὸς τὸν Μάρκιον περὶ σπονδῶν. ὁ δʼ ἐκέλευεν αὐτοὺς Ἄννωνα καὶ τοὺς αὐτομόλους ἐκδόντας αὐτῷ, τότε πρεσβεύειν. οἱ μὲν δὴ καὶ τὸν Ἄννωνα στρατηγὸν ὄντα σφῶν συναρπάσαντες, ἔτι τῶν λεγομένων ἀκροώμενον, καὶ τοὺς αὐτομόλους παρέδοσαν· ὁ δὲ Μάρκιος ᾔτει καὶ τὰ αἰχμάλωτα. λαβὼν δὲ καὶ ταῦτα, ἐκέλευεν αὐτοὺς τακτὸν ἀργύριον κατενεγκεῖν ἅπαντας ἔς τι τοῦ πεδίου χωρίον· οὐ γὰρ ἁρμόζειν τὰ ὑψηλότερα τοῖς παρακαλοῦσιν. καταβάντων δὲ ἐς τὸ πεδίον ἔφη, ἄξια μὲν θανάτου δεδράκατε, οἳ τὰς πατρίδας ἔχοντες ὑφʼ ἡμῖν, εἵλεσθε μετὰ τῶν ἐχθρῶν ἐπʼ αὐτὰς στρατεύειν· δίδωμι δʼ ὑμῖν, τὰ ὅπλα καταθεῖσιν, ἀπαθέσιν ἀπιέναι. ἀγανακτησάντων δʼ εὐθὺς ὁμοῦ πάντων, καὶ ἀνακραγόντων οὐκ ἀποθήσεσθαι τὰ ὅπλα, μάχη γίγνεται καρτερά. καὶ τὸ μὲν ἥμισυ τῶν Κελτιβήρων, πολλὰ δρασάντων, κατεκόπη, τὸ δʼ ἥμισυ πρὸς Μάγωνα διεσώθη. ὁ δʼ ἄρτι μὲν ἐς τὸ στρατόπεδον τὸ Ἄννωνος κατεπεπλεύκει ναυσὶν ἑξήκοντα μακραῖς, μαθὼν δὲ τὴν Ἄννωνος συμφορὰν ἐς Γάδειρα διέπλει, καὶ λιμῷ κακοπαθῶν περιεσκόπει τὸ μέλλον.