Thesauros Literature History Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
7.37 Ἰνδίβιλις δέ, τῶν συνθεμένων τις αὐτῷ δυναστῶν, στασιαζούσης ἔτι τῆς Ῥωμαϊκῆς στρατιᾶς κατέδραμέ τι τῆς ὑπὸ τῷ Σκιπίωνι γῆς. καὶ αὐτῷ τοῦ Σκιπίωνος ἐπελάσαντος, ὑπέστη μὲν τὸν ἀγῶνα γενναίως, καὶ χιλίους καὶ διακοσίους Ῥωμαίων διέφθειρεν, ἀπολομένων δʼ αὐτῷ δισμυρίων ἐδεῖτο προσπέμψας. καὶ ὁ Σκιπίων αὐτὸν χρήμασι ζημιώσας συνηλλάσσετο. λαθὼν δὲ καὶ Μασσανάσσης Ἀσδρούβαν ἐπέρασε τὸν πορθμόν, καὶ φιλίαν τῷ Σκιπίωνι συνθέμενος ὤμοσε συμμαχήσειν, ἂν ἐς Λιβύην στρατεύη. ἔπραξε δὲ τοῦτο ἀνὴρ ἐς πάντα βέβαιος διὰ τοιάνδε αἰτίαν. Ἀσδρούβου τοῦ τότε οἱ συνόντος στρατηγοῦ θυγάτηρ ἐς γάμον ἠγγύητο Μασσανάσσῃ· Σύφακα δʼ ἄρα τὸν δυνάστην ἔρως ἔκνιζε τῆς παιδός, καὶ οἱ Καρχηδόνιοι μέγα ποιούμενοι Σύφακα ἐπὶ Ῥωμαίους προσλαβεῖν, ἔδωκαν αὐτῷ τὴν παῖδα, οὐδὲν τοῦ Ἀσδρούβου πυθόμενοι, καὶ τῶνδε πραχθέντων ὁ μὲν Ἀσδρούβας αὐτὰ ἐπέκρυπτε, τὸν Μασσανάσσην αἰδούμενος, ὁ δὲ αἰσθόμενος συνέθετο τῷ Σκιπίωνι. Μάγων δὲ ὁ ναύαρχος ἀπογνοὺς ἀπὸ τῶν παρόντων τὰ ἐν Ἰβηρίᾳ, πλεύσας ἐς Λίγυας καὶ Κελτοὺς ἐξενολόγει. καὶ ὁ μὲν περὶ ταῦτα ἦν, καὶ τὰ Γάδειρα ἐκλειφθέντα ὑπὸ τοῦ Μάγωνος οἱ Ῥωμαῖοι παρέλαβον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme