7.38
στρατηγοὺς δὲ Ἰβηρίας ἐτησίους ἐς τὰ ἔθνη τὰ εἰλημμένα ἔπεμπον ἀπὸ τοῦδε ἀρξάμενοι, μικρὸν πρὸ τῆς τετάρτης καὶ τεσσαρακοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος, ἁρμοστὰς ἢ ἐπιστάτας αὐτοῖς τῆς εἰρήνης ἐσομένους. καὶ αὐτοῖς ὁ Σκιπίων ὀλίγην στρατιὰν ὡς ἐπὶ εἰρήνῃ καταλιπών, συνῴκισε τοὺς τραυματίας ἐς πόλιν, ἣν ἀπὸ τῆς Ἰταλίας Ἰταλικὴν ἐκάλεσε· καὶ πατρίς ἐστι Τραϊανοῦ τε καὶ Ἀδριανοῦ τῶν ὕστερον Ῥωμαίοις ἀρξάντων τὴν αὐτοκράτορα ἀρχήν. αὐτὸς δὲ ἐς Ῥώμην ἐπὶ στόλου πολλοῦ διέπλει, λαμπρῶς τε κεκοσμημένου καὶ καταγέμοντος αἰχμαλώτων ὁμοῦ καὶ χρημάτων καὶ ὅπλων καὶ λαφύρων ποικίλων. καὶ ἡ πόλις αὐτὸν ἐπιφανῶς ἐξεδέχετο μετὰ δόξης ἀοιδίμου τε καὶ παραλόγου διά τε νεότητα καὶ ταχυεργίαν καὶ μέγεθος εὐπραξίας. οἵ τε φθονοῦντες αὐτῷ τὴν πάλαι κουφολογίαν ὡμολόγουν ἐς ἔργον ἀποβῆναι. καὶ Σκιπίων μὲν θαυμαζόμενος ἐθριάμβευεν, Ἰνδίβιλις δὲ οἰχομένου τοῦ Σκιπίωνος αὖθις ἀφίστατο. καὶ αὐτὸν οἱ στρατηγοὶ τῆς Ἰβηρίας, τὸν στρατὸν ἀγείραντες ὅσος αὐτοῖς ἦν περὶ τὰ φρούρια, καὶ δύναμιν ἄλλην ἀπὸ τῶν ὑπηκόων συναγαγόντες, ἔκτειναν. τοὺς δʼ αἰτίους τῆς ἀποστάσεως ἐς κρίσιν παραγαγόντες θανάτῳ μετῆλθον, καὶ τὰ ὄντα αὐτοῖς ἐδήμευσαν. τά τε ἔθνη τὰ συναράμενα αὐτῷ χρήμασιν ἐζημίωσαν, καὶ τὰ ὅπλα αὐτῶν παρείλοντο, καὶ ὅμηρα ᾔτησαν, καὶ φρουρὰς δυνατωτέρας αὐτοῖς ἐπέστησαν. καὶ τάδε μὲν ἦν εὐθὺς μετὰ Σκιπίωνα, καὶ ἡ πρώτη Ῥωμαίων ἐς Ἰβηρίαν πεῖρα ἐς τοῦτο ἔληγε.
8.39
χρόνῳ δʼ ὕστερον, ὅτε Ῥωμαῖοι Κελτοῖς τε τοῖς περὶ Πάδον ἐπολέμουν καὶ Φιλίππῳ τῷ Μακεδόνι, ἐνεωτέρισαν αὖθις ἐς τὴν ἀσχολίαν αὐτῶν οἱ Ἴβηρες. καὶ αὐτοῖς ἐπέμφθησαν ἐκ Ῥώμης στρατηγοὶ τοῦδε τοῦ πολέμου Σεμπρώνιός τε Τουδιτανὸς καὶ Μᾶρκος Ἕλουιος, μετὰ δʼ ἐκείνους Μινούκιος. καὶ ἐπὶ τούτῳ, μείζονος ἔτι τῆς κινήσεως γιγνομένης, μετὰ πλέονος δυνάμεως ἐπέμφθη Κάτων, νέος μὲν ὢν ἔτι πάμπαν, αὐστηρὸς δὲ καὶ φιλόπονος, συνέσει τε γνώμης καὶ δεινότητι λόγων ἀριπρεπής, ὥστε αὐτὸν ἐπὶ τοῖς λόγοις ἐκάλουν οἱ Ῥωμαῖοι Δημοσθένη, πυνθανόμενοι τὸν ἄριστον ἐν τοῖς Ἕλλησι ῥήτορα γεγενῆσθαι Δημοσθένη.