Thesauros Literature History Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
9.44 ἔτεσι δʼ οὐ πολλοῖς ὕστερον πόλεμος ἄλλος ἠγέρθη περὶ Ἰβηρίαν χαλεπὸς ἐκ τοιᾶσδε προφάσεως. Σεγήδη πόλις ἐστὶ Κελτιβήρων τῶν Βελλῶν λεγομένων μεγάλη τε καὶ δυνατή, καὶ ἐς τὰς Σεμπρωνίου Γράκχου συνθήκας ἐνεγέγραπτο. αὕτη τὰς βραχυτέρας πόλεις ἀνῴκιζεν ἐς αὑτήν, καὶ τεῖχος ἐς τεσσαράκοντα σταδίους κύκλῳ περιεβάλετο, Τίτθους τε ὅμορον γένος ἄλλο συνηνάγκαζεν ἐς ταῦτα. ἡ δὲ σύγκλητος πυθομένη τό τε τεῖχος ἀπηγόρευε τειχίζειν, καὶ φόρους ᾔτει τοὺς ὁρισθέντας ἐπὶ Γράκχου, στρατεύεσθαί τε Ῥωμαίοις προσέτασσε· καὶ γὰρ τοῦθʼ αἱ Γράκχου συνθῆκαι ἐκέλευον. οἱ δὲ περὶ μὲν τοῦ τείχους ἔλεγον ἀπηγορεῦσθαι Κελτίβηρσιν ὑπὸ Γράκχου μὴ κτίζειν πόλεις, οὐ τειχίζειν τὰς ὑπαρχούσας· τῶν δὲ φόρων καὶ τῆς ξεναγίας ὑπʼ αὐτῶν ἔφασαν Ῥωμαίων ἀφεῖσθαι μετὰ Γράκχον. καὶ τῷ ὄντι ἦσαν ἀφειμένοι, δίδωσι δʼ ἡ βουλὴ τὰς τοιάσδε δωρεὰς ἀεὶ προστιθεῖσα κυρίας ἔσεσθαι μέχρι ἂν αὐτῇ καὶ τῷ δήμῳ δοκῇ.
9.45 στρατηγὸς οὖν ἐπʼ αὐτοὺς Νωβελίων ἐπέμπετο μετὰ στρατιᾶς οὐ πολὺ τρισμυρίων ἀνδρῶν ἀποδεούσης· ὃν ἐπειδὴ σφίσιν οἱ Σεγηδαῖοι προσιόντα ἔγνωσαν, οὔπω τὸ τεῖχος ἐκτελέσαντες ἔφευγον ἐς Ἀρουακοὺς μετὰ παίδων καὶ γυναικῶν, καὶ σφᾶς ὑποδέχεσθαι τοὺς Ἀρουακοὺς παρεκάλουν. οἱ δὲ ὑποδέχονταί τε, καὶ Κάρον αὑτῶν Σεγηδαῖον, πολεμικὸν εἶναι νομιζόμενον, αἱροῦνται στρατηγόν. ὁ δὲ τρίτῃ μετὰ τὴν χειροτονίαν ἡμέρᾳ δισμυρίους πεζοὺς καὶ ἱππέας πεντακισχιλίους ἔς τινα λόχμην ἐνεδρεύσας παροδεύουσι τοῖς Ῥωμαίοις ἐπέθετο, καὶ τῆς μάχης ἐπὶ πολὺ ἀγχωμάλου γενομένης ἐκράτει τε λαμπρῶς, καὶ Ῥωμαίων τῶν ἐξ ἄστεος ἔκτεινεν ἐς ἑξακισχιλίους, ὡς μέγα τῇ πόλει γενέσθαι τὸ ἀτύχημα. ἀτάκτου δὲ αὐτῷ τῆς διώξεως ἐπὶ τῇ νίκῃ γενομένης, οἱ τὰ σκευοφόρα Ῥωμαίων φυλάσσοντες ἱππεῖς ἐπέδραμον, καὶ Κάρον τε αὐτὸν ἀριστεύοντα ἔκτειναν καὶ ἑτέρους ἀμφʼ αὐτόν, οὐκ ἐλάσσους καὶ οἵδε τῶν ἑξακισχιλίων, μέχρι νὺξ ἐπελθοῦσα διέλυσεν. ἐγίγνετο δὲ ταῦθʼ ὅτε Ῥωμαῖοι τῷ Ἡφαίστῳ τὴν ἑορτὴν ἄγουσιν· ὅθεν οὐδεὶς ἂν ἑκὼν ἄρξειεν ἐξ ἐκείνου μάχης παρὰ τήνδε τὴν ἡμέραν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme