Thesauros Literature History Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
9.53 ὁ δὲ πολλὴν γῆν ἔρημον ὁδεύσας, ἔς τινα πόλιν Ἰντερκατίαν ἀφίκετο, ἔνθα πεζοὶ μὲν ὑπὲρ δισμυρίους συνεπεφεύγεσαν, ἱππεῖς δὲ δισχίλιοι. καὶ αὐτοὺς ὁ Λεύκολλος ἐς συνθήκας ὑπʼ ἀνοίας προυκαλεῖτο· οἱ δʼ ἐπʼ ὀνείδει τὰ Καυκαίων αὐτῷ προύφερον, καὶ ἐπυνθάνοντο εἰ ἐπὶ τὰς ἐκείνων πίστεις αὐτοὺς καλοίη. ὁ δʼ, οἷον ἅπαντες οἱ ἁμαρτόντες, ἀνθʼ ἑαυτοῦ τοῖς ὀνειδίζουσι χαλεπαίνων, ἔκειρεν αὐτῶν τὰ πεδία, καὶ περικαθίσας κύκλῳ τὴν πόλιν χώματα ἤγειρε πολλά, καὶ συνεχῶς ἐξέτασσε προκαλούμενος ἐς μάχην. οἱ δʼ οὔτω μὲν ἀντεξέτασσον, ἀλλʼ ἦσαν ἀκροβολισμοὶ μόνοι, θαμινὰ δέ τις τῶν βαρβάρων ἐξίππευεν ἐς τὸ μεταίχμιον, κεκοσμημένος ὅπλοις περιφανῶς, καὶ προυκαλεῖτο Ῥωμαίων ἐς μονομαχίαν τὸν ἐθέλοντα, οὐδενὸς δʼ ὑπακούοντος ἐπιτωθάσας καὶ τῷ σχήματι κατορχησάμενος ἀπεχώρει. γιγνομένου δὲ τούτου πολλάκις, ὁ Σκιπίων ἔτι νέος ὢν ὑπερήλγησέ τε καὶ προπηδήσας ὑπέστη τὸ μονομάχιον, εὐτυχῶς δʼ ἐκράτησεν ἀνδρὸς μεγάλου μικρὸς ὤν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme