Thesauros Literature History Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
10.57 Μούμμιος δʼ ὑπολοίπους ἔχων πεντακισχιλίους ἐγύμναζεν ἔνδον ἐν τῷ στρατοπέδῳ, δεδιὼς ἄρα προελθεῖν ἐς τὸ πεδίον πρὶν τοὺς ἄνδρας ἀναθαρρῆσαι. φυλάξας δὲ εἴ τι μέρος οἱ βάρβαροι τῆς ἀφῃρημένης λείας παρέφερον, ἀδοκήτως αὐτοῖς ἐπέθετο, καὶ πολλοὺς διαφθείρας ἔλαβε τὴν λείαν καὶ τὰ σημεῖα. Λυσιτανῶν δʼ οἱ ἐπὶ θάτερα τοῦ Τάγου ποταμοῦ, κἀκεῖνοι Ῥωμαίοις πεπολεμωμένοι, Καυκαίνου σφῶν ἡγουμένου Κουνέους ἐπόρθουν, οἳ Ῥωμαίοις ἦσαν ὑπήκοοι, καὶ πόλιν αὐτῶν μεγάλην εἷλον Κονίστοργιν. παρά τε τὰς στήλας τὰς Ἡρακλείους τὸν ὠκεανὸν ἐπέρων, καὶ οἱ μὲν τὴν ἄλλην Λιβύην κατέτρεχον, οἱ δʼ Ὀκίλην πόλιν ἐπολιόρκουν. Μούμμιος δʼ ἑπόμενος ἐννακισχιλίοις πεζοῖς καὶ ἱππεῦσι πεντακοσίοις ἔκτεινε τῶν μὲν δῃούντων ἐς μυρίους καὶ πεντακισχιλίους, τῶν δʼ ἑτέρων τινάς, καὶ τὴν πολιορκίαν διέλυσε τὴν Ὀκίλης. ἐντυχὼν δὲ καὶ τοῖς φέρουσιν ἃ ἐσεσυλήκεσαν, ἔκτεινε καὶ τούσδε πάντας, ὡς μηδʼ ἄγγελον ἀπὸ τοῦ κακοῦ διαφυγεῖν. τὴν δὲ λείαν διαδοὺς τῷ στρατῷ τὴν δυνατὴν φέρεσθαι, τὰ λοιπὰ τοῖς θεοῖς τοῖς ἐνυαλίοις ἔκαυσεν.
10.57 καὶ Μούμμιος μὲν τάδε πράξας ἐπανῆλθεν ἐς Ῥώμην καὶ ἐθριάμβευσεν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme