11.62
Ἐρεθισθέντων δʼ αὐτῶν καὶ ἐν ἐλπίσι γενομένων, ᾑρέθη τε στρατηγός, καὶ πάντας ἐκτάξας ἐς μέτωπον ὡς ἐπὶ μάχῃ, τοὺς μὲν ἄλλους ἐκέλευσεν, ὅταν αὐτὸς ἐπιβῇ τοῦ ἵππου, διαιρεθέντας ἐς μέρη πολλὰ φεύγειν, ὡς δύνανται, κατʼ ἄλλας καὶ ἄλλας ὁδοὺς ἐς Τριβόλαν πόλιν, ἔνθα αὐτὸν περιμένειν, χιλίους δὲ μόνους ἐπιλεξάμενος ἐκέλευσεν αὑτῷ συνίστασθαι. καὶ γιγνομένων τούτων οἱ μὲν εὐθὺς ἔφυγον, ἐπειδὴ ὁ Οὐρίατθος τὸν ἵππον ἀνέβη, ὁ δὲ Οὐετίλιος αὐτοὺς δείσας διώκειν ἐς πολλὰ διῃρημένους, ἐπὶ τὸν Οὐρίατθον ἑστῶτα καὶ ἐφεδρεύοντα τῷ γενησομένῳ τραπεὶς ἐμάχετο. ὁ δʼ ὠκυτάτοις ἵπποις αὐτὸν ἐνοχλῶν, καὶ ὑποφεύγων καὶ πάλιν ἱστάμενος καὶ ἐπιών, ἐκείνην τε τὴν ἡμέραν ἐν τῷ αὐτῷ πεδίῳ καὶ τὴν ἐπιοῦσαν ὅλην διέτριψε περιθέων. ὡς δʼ εἴκασεν ἀσφαλῶς ἔχειν τῆς φυγῆς τοὺς ἑτέρους, τότε νυκτὸς ὁρμήσας διʼ ὁδῶν ἀτριβῶν κουφοτάτοις ἵπποις ἀπέδραμεν ἐς Τριβόλαν, Ῥωμαίων αὐτὸν διώκειν ὁμοίως οὐ δυναμένων διά τε βάρος ὅπλων καὶ ἀπειρίαν ὁδῶν καὶ ἵππων ἀνομοιότητα. ὧδε μὲν ἐξ ἀέλπτου στρατὸν ἀπογιγνώσκοντα αὑτοῦ περιέσωσε, καὶ τὸ στρατήγημα τόδε περιφερόμενον ἐς τοὺς τῇδε βαρβάρους ἐξῇρεν αὐτόν, καὶ πολλοὶ πανταχόθεν αὐτῷ προσεχώρουν. ὁ δὲ ἐς ὀκτὼ ἔτη Ῥωμαίοις ἐπολέμει.
11.63
καί μοι δοκεῖ τὸν Οὐριάτθου πόλεμον, σφόδρα τε ἐνοχλήσαντα Ῥωμαίοις καὶ δυσεργότατον αὐτοῖς γενόμενον, συναγαγεῖν, ἀναθέμενον εἴ τι τοῦ αὐτοῦ χρόνου περὶ Ἰβηρίαν ἄλλο ἐγίγνετο.