Thesauros Literature History Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
12.70 οὐ μὴν ἐπέμεινεν οὐδʼ ἐς βραχὺ τὰ συγ κείμενα· ὁ γαρ ἀδελφὸς Σερουιλιανοῦ τοῦ ταῦτα συνθεμένου, Καιπίων, διάδοχος αὐτῷ τῆς στρατηγίας γενόμενος διέβαλλε τὰς συνθήκας, καὶ ἐπέστελλε Ῥωμαίοις ἀπρεπεστάτας εἶναι. καὶ ἡ βουλὴ τὸ μὲν πρῶτον αὐτῷ συνεχώρει κρύφα λυπεῖν τὸν Οὐρίατθον ὅ τι δοκιμάσειεν· ὡς δʼ αὖθις ἠνώχλει καὶ συνεχῶς ἐπέστελλεν, ἔκρινε λῦσαί τε τὰς σπονδὰς καὶ φανερῶς πολεμεῖν αὖθις Οὐριάτθῳ. ἐψηφισμένου δὴ σαφῶς, ὁ Καιπίων Ἄρσαν τε πόλιν ἐκλιπόντος Οὐριάτθου παρέλαβε, καὶ αὐτὸν Οὐρίατθον φεύγοντά τε καὶ τὰ ἐν παρόδῳ φθείροντα περὶ Καρπητανίαν κατέλαβε, πολὺ πλείονας ἔχων. ὅθεν ὁ Οὐρίατθος οὐ δοκιμάζων αὐτῷ συμπλέκεσθαι διὰ τὴν ὀλιγότητα, κατὰ μέν τινα φάραγγα ἀφανῆ τὸ πλέον τοῦ στρατοῦ περιέπεμψεν ἀπιέναι, τὸ δὲ λοιπὸν αὐτὸς ἐκτάξας ἐπὶ λοφου δόξαν παρεῖχε πολεμήσοντος. ὡς δʼ ᾔσθετο τῶν προαπεσταλμένων ἐν ἀσφαλεῖ γεγονότων, ἐξίππευσεν ἐς αὐτοὺς μετὰ καταφρονήσεως, ὀξέως οὕτως ὡς μηδʼ αἰσθέσθαι τοὺς διώκοντας ὅποι διέδραμεν. ὁ δὲ Καιπίων ἐς Οὐέττωνας καὶ Καλλαϊκοὺς τραπεὶς τὰ ἐκείνων ἐδῄου.
12.71 καὶ ζήλῳ τῶν ἔργων Οὐριάτθου τὴν Λυσιτανίαν λῃστήρια πολλὰ ἄλλα ἐπιτρέχοντα ἐπόρθει. Σέξτος δὲ Ἰούνιος Βροῦτος ἐπὶ ταῦτα πεμφθεὶς ἀπέγνω μὲν αὐτὰ διώκειν διὰ χώρας μακρᾶς, ὅσην ὁ Τάγος τε καὶ Λήθης καὶ Δόριος καὶ Βαίτις ποταμοὶ ναυσίποροι περιέχουσιν, ὀξέως, οἷα δὴ λῃστήρια, μεθισταμένους δυσεργὲς ἡγούμενος εἶναι καταλαβεῖν, καὶ αἰσχρὸν οὐ καταλαβόντι, καὶ νικήσαντι τὸ ἔργον οὐ λαμπρόν· ἐς δὲ τὰς πόλεις αὐτῶν ἐτράπετο, δίκην τε λήψεσθαι προσδοκῶν, καὶ τῇ στρατιᾷ πολὺ κέρδος περιέσεσθαι, καὶ τοὺς λῃστὰς ἐς ἑκάστην ὡς πατρίδα κινδυνεύουσαν διαλυθήσεσθαι. ὁ μὲν δὴ ταῦτ’ ἐνθυμούμενος ἐδῄου τὰ ἐν ποσὶν ἅπαντα, συμμαχομένων τοῖς ἀνδράσι τῶν γυναικῶν καὶ συναναιρουμένων, καὶ οὔ τινα φωνὴν οὐδʼ ἐν ταῖς σφαγαῖς ἀφιεισῶν. εἰσὶ δʼ οἳ καὶ ἐς τὰ ὄρη μεθʼ ὧν ἐδύναντο ἀνεπήδων· καὶ αὐτοῖς δεομένοις συνεγίγνωσκεν ὁ Βροῦτος, καὶ τὰ ὄντα ἐμερίζετο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme