2.8
Ἀσδρούβαν δὲ ἐπὶ τοῖσδε Ἰβηρίαν τὴν ὑπὸ Καρχηδονίοις καθιστάμενον ἀνὴρ δοῦλος, οὗ τὸν δεσπότην ὠμῶς διεφθάρκει, λαθὼν ἐν κυνηγεσίοις ἀναιρεῖ. καὶ τόνδε μὲν Ἀννίβας ἐλεγχθέντα δεινῶς αἰκισάμενος διέφθειρεν· ἡ στρατιὰ δὲ τὸν Ἀννίβαν, καίπερ ὄντα κομιδῇ νέον, ἀρέσκοντα δὲ ἰσχυρῶς, στρατηγὸν ἀπέδειξαν αὑτῶν· καὶ ἡ Καρχηδονίων βουλὴ συνέθετο. ὅσοι δὲ τοῦ Βάρκα διαπολῖται τὴν Βάρκα τε καὶ Ἀσδρούβα δύναμιν ἐδεδοίκεσαν, ὡς ἔμαθον αὐτοὺς τεθνεῶτας, Ἀννίβα κατεφρόνουν ὡς νέου, καὶ τοὺς ἐκείνων φίλους τε καὶ στασιώτας ἐδίωκον ἐπὶ τοῖς ἐκείνων ἐγκλήμασιν. ὅ τε δῆμος ἅμα τοῖς κατηγοροῦσιν ἐγίγνετο, μνησικακῶν τοῖς διωκομένοις τῆς βαρύτητος τῆς ἐπὶ Βάρκα τε καὶ Ἀσδρούβα· καὶ τὰς δωρεὰς ἐκέλευον αὐτούς, ὅσας μεγάλας Ἀσδρούβας τε καὶ Βάρκας αὐτοῖς ἐπεπόμφεσαν, ἐς τὸ κοινὸν ἐσενεγκεῖν ὡς ἐκ τῶν πολεμίων πεπορισμένας. οἱ δὲ ἐπέστελλον τῷ Ἀννίβᾳ, σφίσι τε ἐπικουρεῖν δεόμενοι, καὶ διδάσκοντες ὅτι καὶ αὐτὸς ἔσοιτο τοῖς πατρῴοις ἐχθροῖς εὐκαταφρόνητος, εἰ τοὺς ἐν τῇ πατρίδι συνεργεῖν αὐτῷ δυναμένους ὑπερίδοι.
2.9
ὁ δὲ καὶ ταῦτα προεώρα, καὶ τὰς ἐκείνων δίκας ἀρχὴν ἐφʼ ἑαυτὸν οὖσαν ἐπιβουλῆς· οὐδʼ ἠξίου τὴν ἔχθραν, ὥσπερ ὁ πατὴρ καὶ ὁ κηδεστής, ἐσαεὶ καὶ μετὰ φόβου διαφέρειν, οὐδʼ ἐπὶ τῷ Καρχηδονίων κουφόνῳ μέχρι παντὸς εἶναι, ῥᾳδίως ἐς εὐεργέτας πρὸς ἀχαριστίαν τρεπομένων. ἐλέγετο δὲ καὶ παῖς ὢν ἔτι ὑπὸ τοῦ πατρὸς ὁρκωθῆναι ἐπὶ ἐμπύρων ἄσπειστος ἐχθρὸς ἔσεσθαι Ῥωμαίοις, ὅτε ἐς πολιτείαν παρέλθοι. διὰ δὴ ταῦτʼ ἐπενόει μεγάλοις καὶ χρονίοις πράγμασι τὴν πατρίδα περιβαλών, καὶ καταστήσας ἐς ἀσχολίας καὶ φόβους, τὸ ἑαυτοῦ καὶ τὰ τῶν φίλων ἐν ἀδεεῖ θέσθαι. Λιβύην μὲν οὖν εὐσταθοῦσαν ἑώρα, καὶ Ἰβήρων ὅσα ὑπήκοα ἦν· εἰ δὲ πρὸς Ῥωμαίους πόλεμον αὖθις ἀναρριπίσειεν, οὗ μάλιστα ἐπεθύμει, ἐδόκει Καρχηδονίους μὲν ἐν φροντίσι καὶ φόβοις ἔσεσθαι μακροῖς, αὐτὸς δέ, εἴτε κατορθώσειεν, ἐπὶ κλέους ἀθανάτου γενήσεσθαι, τὴν πατρίδα τῆς οἰκουμένης γῆς ἄρχουσαν ἀποφήνας (οὐ γὰρ εἶναί τινας ἀντιμάχους αὐτοῖς ἐπὶ Ῥωμαίοις), εἴτε καὶ πταίσειε, μεγάλην καὶ ὣς τὸ ἐγχείρημα αὐτῷ δόξαν οἴσειν.