Thesauros Literature History Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
12.75 Οὐρίατθον μὲν δὴ λαμπρότατα κοσμήσαντες ἐπὶ ὑψηλοτάτης πυρᾶς ἔκαιον, ἱερεῖά τε πολλὰ ἐπέσφαττον αὐτῷ, καὶ κατὰ ἴλας οἵ τε πεζοὶ καὶ οἱ ἱππεῖς ἐν κύκλῳ περιθέοντες αὐτὸν ἔνοπλοι βαρβαρικῶς ἐπῄνουν, μέχρι τε σβεσθῆναι τὸ πῦρ παρεκάθηντο πάντες ἀμφʼ αὐτό. καὶ τῆς ταφῆς ἐκτελεσθείσης, ἀγῶνα μονομάχων ἀνδρῶν ἤγαγον ἐπὶ τοῦ τάφου. τοσοῦτον αὑτοῦ πόθον κατέλιπεν Οὐρίατθος, ἀρχικώτατος μὲν ὡς ἐν βαρβάροις γενόμενος, φιλοκινδυνότατος δʼ ἐς ἅπαντα πρὸ ἁπάντων, καὶ ἰσομοιρότατος ἐν τοῖς κέρδεσιν. οὐ γάρ ποτε πλέον ὑπέστη λαβεῖν, ἀεὶ παρακαλούντων· ὃ δὲ καὶ λάβοι, τοῖς ἀριστεύσασιν ἐδίδου. ὅθεν αὐτῷ, δυσχερέστατον ἔργον καὶ οὐδενί πω στρατηγῶν εὐμαρῶς ἐγγενόμενον, ἔτεσιν ὀκτὼ τοῦδε τοῦ πολέμου παμμιγὴς στρατὸς ἀστασίαστος ἦν καὶ κατήκοος ἀεὶ καὶ ἐς τοὺς κινδύνους ὀξύτατος. τότε δὲ σφῶν Τάνταλον ἑλόμενοι στρατηγεῖν, ἐπὶ Ζάκανθαν ἐφέροντο, ἣν Ἀννίβας καθελὼν ἔκτισε καὶ ἀπὸ τῆς αὑτοῦ πατρίδος Καρχηδόνα προσεῖπεν. ἀποκρουσθεῖσι δʼ αὐτοῖς ἐκεῖθεν, καὶ τὸν Βαῖτιν ποταμὸν περῶσιν, ὁ Καιπίων ἐπέκειτο, μέχρι κάμνων ὁ Τάνταλος αὑτόν τε καὶ τὴν στρατιὰν τῷ Καιπίωνι παρέδωκεν ὡς ὑπηκόοις χρῆσθαι. ὁ δὲ ὅπλα τε αὐτοὺς ἀφείλετο ἅπαντα, καὶ γῆν ἔδωκεν ἱκανήν, ἵνα μὴ λῃστεύοιεν ἐξ ἀπορίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme