Thesauros Literature History Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
13.77 καὶ καθʼ ἡμέραν ἐν ταῖς ἀκροβολίαις ἐλασσούμενος ὑπʼ ἀνδρῶν πολὺ ἐλασσόνων, μετέβαινεν ἐπὶ Τερμεντίαν ὡς εὐχερέστερον ἔργον. ὡς δὲ καὶ τῇδε συμβαλὼν ἑπτακοσίους τε ἀπώλεσε, καὶ τὸν τὴν ἀγορὰν αὐτῷ φέροντα χιλίαρχον οἱ Τερμεντεῖς ἐτρέψαντο, καὶ τρίτῃ πείρᾳ κατὰ τὴν αὐτὴν ἡμέραν ἐς ἀπόκρημνα τοὺς Ῥωμαίους συνελάσαντες πολλοὺς αὐτῶν πεζούς τε καὶ ἱππέας αὐτοῖς ἵπποις κατέωσαν ἐς τὰ ἀπόκρημνα, περιφόβως ἔχοντες οἱ λοιποὶ διενυκτέρευον ἔνοπλοι, καὶ ἅμα ἕῳ προσιόντων τῶν πολεμίων ἐκταξάμενοι τὴν ἡμέραν ὅλην ἠγωνίζοντο ἀγχωμάλως, καὶ διεκρίθησαν ὑπὸ νυκτός. ὅθεν ὁ Πομπήιος ἐπὶ πολίχνης Μαλίας ἤλασεν, ἣν ἐφρούρουν οἱ Νομαντῖνοι. καὶ οἱ Μαλιεῖς τοὺς φρουροὺς ἀνελόντες ἐξ ἐνέδρας, παρέδοσαν τὸ πολίχνιον τῷ Πομπηίῳ. ὁ δὲ τά τε ὅπλα αὐτοὺς καὶ ὅμηρα αἰτήσας, μετῆλθεν ἐπὶ Σηδητανίαν, ἣν ἐδῄου λῄσταρχος ὄνομα Ταγγῖνος· καὶ αὐτὸν ὁ Πομπήιος ἐνίκα, καὶ πολλοὺς ἔλαβεν αἰχμαλώτους. τοσοῦτον δʼ ἦν φρονήματος ἐν τοῖς λῃσταῖς ὥστε τῶν αἰχμαλώτων οὐδεὶς ὑπέμεινε δουλεύειν, ἀλλʼ οἱ μὲν αὑτοὺς οἱ δὲ τοὺς πριαμένους ἀνῄρουν, οἱ δὲ τὰς ναῦς ἐν τῷ διάπλῳ διετίτρων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme