Thesauros Literature History Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
13.78 ὁ δὲ Πομπήιος αὖθις ἐλάσας ἐπὶ Νομαντίαν, ποταμόν τινα μετωχέτευεν ἐς τὸ πεδίον ὡς λιμῷ πιέσων τὴν πόλιν. οἱ δὲ ἐργαζομένῳ τε ἐπέκειντο, καὶ σαλπικτῶν χωρὶς ἐκτρέχοντες ἀθρόοι τοὺς ὀχετεύοντας ἠνώχλουν. ἔβαλλον δὲ καὶ τοὺς ἀπὸ τοῦ χάρακος ἐπιβοηθοῦντας, ἕως κατέκλεισαν ἐς τὸ στρατόπεδον. καὶ σιτολογοῦσιν ἑτέροις ἐπιδραμόντες καὶ τῶνδε πολλοὺς διέφθειραν, Ὄππιόν τε χιλίαρχον ἐπʼ αὐτοῖς ἀνεῖλον. καὶ κατʼ ἄλλο μέρος τάφρον ὀρύσσουσι Ῥωμαίοις ἐπιδραμόντες ἔκτειναν ἐς τετρακοσίους, καὶ τὸν ἡγούμενον αὐτῶν. ἐφʼ οἷς τῷ τε Πομπηίῳ σύμβουλοι παρῆσαν ἐκ Ῥώμης, καὶ τοῖς στρατιώταις (ἓξ γὰρ ἔτη διεληλύθει στρατευομένοις) διάδοχοι νεοκατάγραφοί τε καὶ ἔτι ἀγύμναστοι καὶ ἀπειροπόλεμοι. μεθʼ ὧν ὁ Πομπήιος αἰδούμενός τε τὰ ἐπταισμένα, καὶ ἐπειγόμενος τὴν αἰσχύνην ἀναλαβεῖν, ἐπέμενε χειμῶνος ἐν τῷ στρατοπέδῳ. καὶ οἱ στρατιῶται κρύους τε ὄντος ἐν ἀστέγῳ σταθμεύοντες, καὶ πρῶτον ἄρτι πειρώμενοι τοῦ περὶ τὴν χώραν ὕδατός τε καὶ ἀέρος, κατὰ γαστέρα ἔκαμνον, καὶ διεφθείροντο ἔνιοι. μέρους δὲ ἐπὶ σῖτον οἰχομένου, κρύψαντες ἐνέδραν οἱ Νομαντῖνοι παρʼ αὐτὸ τὸ Ῥωμαίων στρατόπεδον ἠκροβολίζοντο ἐρεθίζοντες, ἕως οἱ μὲν οὐ φέροντες ἐπεξῄεσαν, οἱ δʼ ἐκ τῆς ἐνέδρας ἀνίσταντο· καὶ Ῥωμαῖοι πολλοὶ μὲν ἐκ τοῦ πλήθους, πολλοὶ δὲ τῶν ἐπιφανῶν ἀπέθανον· οἱ δὲ Νομαντῖνοι καὶ τοῖς τὸν σῖτον φέρουσιν ἀπαντήσαντες ἔκτειναν καὶ τῶνδε πολλούς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme