Thesauros Literature History Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
13.83 Ῥωμαῖοι δʼ αὐτὰ πυθόμενοι τὸν μὲν Αἰμίλιον. παρέλυσαν τῆς στρατηγίας τε καὶ ὑπατείας, καὶ ἰδιώτης ἐς Ῥώμην ὑπέστρεφε, καὶ χρήμασιν ἐπεζημιοῦτο· Μαγκίνῳ δʼ ἐδίκαζον καὶ τοῖς πρέσβεσι τοῖς Νομαντίνων. οἱ μὲν δὴ τὰς συνθήκας, ἃς ἐπεποίηντο πρὸς Μαγκῖνον, ἐπεδείκνυον· ὁ δὲ τὴν αἰτίαν αὐτῶν ἐς Πομπήιον ἀνέφερε τὸν πρὸ αὐτοῦ γενόμενον στρατηγόν, ὡς ἀργὸν καὶ ἄπορον τὸν στρατὸν ἐγχειρίσαντά οἱ, καὶ διʼ αὐτὸ κἀκεῖνον ἡσσημένον τε πολλάκις καὶ συνθήκας ὁμοίας αὐτῷ θέμενον πρὸς τοὺς Νομαντίνους· ὅθεν ἔφη καὶ τὸν πόλεμον τόνδε, παρὰ τὰς συνθήκας ἐκείνας ὑπὸ Ῥωμαίων ἐψηφισμένον, ἀπαίσιον αὐτοῖς γεγονέναι. οἱ δʼ ἐχαλέπαινον μὲν ἀμφοτέροις ὁμοίως, ἀπέφυγε δʼ ὅμως Πομπήιος ὡς περὶ τῶνδε κριθεὶς καὶ πάλαι. Μαγκῖνον δʼ ἔγνωσαν ἐκδοῦναι τοῖς Νομαντίνοις, ἄνευ σφῶν αἰσχρὰς συνθήκας πεποιημένον, ᾧ λόγῳ καὶ Σαυνίταις οἱ πατέρες, ὅμοια χωρὶς αὐτῶν συνθεμένους, ἡγεμόνας εἴκοσιν ἐξεδεδώκεσαν. Μαγκῖνον μὲν δὴ Φούριος ἀγαγὼν ἐς Ἰβηρίαν γυμνὸν παρεδίδου τοῖς Νομαντίνοις· οἱ δὲ οὐκ ἐδέξαντο. στρατηγὸς δὲ ἐπʼ αὐτοὺς αἱρεθεὶς Καλπούρνιος Πίσων οὐδʼ ἤλασεν ἐπὶ Νομαντίαν, ἀλλʼ ἐς τὴν Παλλαντίων γῆν ἐσβαλών, καὶ μικρὰ δῃώσας, ἐχείμαζεν ἐν Καρπητανίᾳ τὸ ἐπίλοιπον τῆς ἀρχῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme