Thesauros Literature History Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
14.89 καὶ Καυκαίους δὲ παροδεύων, ἐς οὓς παρεσπόνδησε Λεύκολλος, ἐκήρυξε Καυκαίους ἐπὶ τὰ ἑαυτῶν ἀκινδύνως κατέρχεσθαι. καὶ παρῆλθεν ἐς τὴν Νομαντίνην χειμάσων, ἔνθα αὐτῷ καὶ Ἰογόρθας ἐκ Λιβύης ἀφίκετο, ὁ Μασσανάσσου υἱωνός, ἄγων ἐλέφαντας δυοκαίδεκα καὶ τοὺς συντασσομένους αὐτοῖς τοξότας τε καὶ σφενδονήτας. ἀεὶ δέ τι δῃῶν, καὶ τὰ περικείμενα πορθῶν, ἔλαθε περὶ κώμην ἐνεδρευθείς, ἣν ἐκ τοῦ πλέονος τέλμα πηλοῦ περιεῖχεν, ἐπὶ δὲ θάτερα φάραγξ ἦν, καὶ ἀφανὴς ἐν ἐκείνῃ λόχος ὑπεκρύπτετο. τῆς οὖν στρατιᾶς τῷ Σκιπίωνι διῃρημένης, οἱ μὲν τὴν κώμην ἐπόρθουν ἐσελθόντες, τὰ σημεῖα ἔξω καταλιπόντες, οἱ δὲ περιίππευον οὐ πολλοί. τούτοις οὖν ἐμπίπτουσιν οἱ λοχῶντες. καὶ οἱ μὲν αὐτοὺς ἀπεμάχοντο, ὁ δὲ Σκιπίων (ἔτυχε γὰρ πρὸ τῆς κώμης παρὰ τὰ σημεῖα ἑστώς) ἀνεκάλει τῇ σάλπιγγι τοὺς ἔνδον, καὶ πρὶν αὐτῷ γενέσθαι χιλίους, τοῖς ἱππεῦσιν ἐνοχλουμένοις ἐπεβοήθει. τοῦ δὲ στρατοῦ τοῦ πλέονος ἐκ τῆς κώμης ἐκδραμόντος, ἐτρέψατο μὲν ἐς φυγὴν τοὺς πολεμίους, οὐ μὴν ἐδίωκε φεύγοντας, ἀλλʼ ἐς τὸν χάρακα ἀνεχώρει πεσόντων ἑκατέρωθεν ὀλίγων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme