Thesauros Literature History Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
16.99 Ῥωμαῖοι δέ, ὡς ἔθος, ἐς τὰ προσειλημμένα τῆς Ἰβηρίας ἔπεμψαν ἀπὸ τῆς βουλῆς ἄνδρας δέκα τοὺς καταστησομένους αὐτὰ ἐς εἰρήνην, ὅσα Σκιπίων τε ἔλαβε καὶ Βροῦτος πρὸ τοῦ Σκιπίωνος ὑπηγάγετο ἢ ἐχειρώσατο. χρόνῳ δʼ ὕστερον, ἀποστάσεων ἄλλων ἐν Ἰβηρίᾳ γενομένων, Καλπούρνιος Πίσων στρατηγὸς ᾑρέθη. καὶ αὐτὸν διεδέξατο μὲν Σέρουιος Γάλβας, Κίμβρων δʼ ἐπιστρατευόντων τῇ Ἰταλίᾳ, καὶ Σικελίας πολεμουμένης τὸν δεύτερον δουλικὸν πόλεμον, στρατιὰν μὲν ἐς Ἰβηρίαν οὐκ ἔπεμπον ὑπʼ ἀσχολίας, πρέσβεις δὲ ἀπεστέλλον, οἳ τὸν πόλεμον ἔμελλον ὅπῃ δύναιντο καταθήσεσθαι. Κίμβρων δὲ ἐξελαθέντων, Τίτος Δείδιος ἐπελθὼν Ἀρουακῶν μὲν ἔκτεινεν ἐς δισμυρίους, Τερμησὸν δέ, μεγάλην πόλιν ἀεὶ δυσπειθῆ Ῥωμαίοις γενομένην, ἐξ ἐρυμνοῦ κατήγαγεν ἐς τὸ πεδίον, καὶ ἐκέλευσεν οἰκεῖν ἀτειχίστους. Κολένδαν δὲ προσκαθίσας ἐνάτῳ μηνὶ παρέλαβεν ἐγχειρίσασαν ἑαυτήν, καὶ τοὺς Κολενδέας ἅπαντας μετὰ παίδων καὶ γυναικῶν ἀπέδοτο.
16.100 πόλιν δʼ ἑτέραν τῆς Κολένδης πλησίον ᾤκουν μιγάδες Κελτιβήρων, οὓς Μᾶρκος Μάριος συμμαχήσαντας αὐτῷ κατὰ Λυσιτανῶν, τῆς βουλῆς ἐπιτρεπούσης, ᾠκίκει πρὸ πέντε ἐνιαυτῶν. ἐλῄστευον δʼ ἐξ ἀπορίας οὗτοι· καὶ κρίνας αὐτοὺς ὁ Δείδιος ἀνελεῖν, συνθεμένων αὐτῷ τῶν δέκα πρέσβεων ἔτι παρόντων, ἔφη τοῖς ἐπιφανέσιν αὐτῶν ἐθέλειν τὴν Κολενδέων χώραν αὐτοῖς προσορίσαι πενομένοις. ἀσπαζομένους δὲ ὁρῶν ἐκέλευε, τῷ δήμῳ ταῦτα μετενεγκόντας, ἥκειν μετὰ γυναικῶν καὶ παίδων τὴν χώραν μεριουμένους. ἐπεὶ δʼ ἀφίκοντο, προσέταξε τοὺς στρατιώτας ἐκ τοῦ χάρακος ἐξελθεῖν καὶ τοὺς ἐνεδρευομένους ἔσω παρελθεῖν ὡς ἀπογραψόμενος αὐτῶν ἔνδον τὸ πλῆθος, ἐν μέρει μὲν ἀνδρῶν ἐν μέρει δὲ παίδων καὶ γυναικῶν, ἵνα ἐπιγνοίη πόσην χώραν αὐτοῖς δέοι διελεῖν. ὡς δὲ παρῆλθον ἐς τὴν τάφρον καὶ τὸ χαράκωμα, περιστήσας αὐτοῖς τὸν στρατὸν ὁ Δείδιος ἔκτεινε πάντας. καὶ ἐπὶ τοῖσδε Δείδιος μὲν καὶ ἐθριάμβευσε, πάλιν δὲ τῶν Κελτιβήρων ἀποστάντων Φλάκκος ἐπιπεμφθεὶς ἔκτεινε δισμυρίους. ἐν δὲ Βελγήδῃ πόλει ὁ μὲν δῆμος ἐς ἀπόστασιν ὁρμῶν τὴν βουλὴν ὀκνοῦσαν ἐνέπρησεν αὐτῷ βουλευτηρίῳ, ὁ δὲ Φλάκκος ἐπελθὼν ἔκτεινε τοὺς αἰτίους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme