Thesauros Literature History Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
16.101 τοσάδε μὲν ηὗρον ἄξια λόγου Ῥωμαίοις ἐς τότε πρὸς Ἴβηρας αὐτοὺς γενόμενα· χρόνῳ δʼ ὕστερον στασιαζόντων ἐν Ῥώμῃ Σύλλα τε καὶ Κίννα, καὶ ἐς ἐμφυλίους πολέμους καὶ στρατόπεδα κατὰ τῆς πατρίδος διῃρημένων, Κόιντος Σερτώριος, ἐκ τῆς Κίννα στάσεως αἱρεθεὶς τῆς Ἰβηρίας ἄρχειν, Ἰβηρίαν τε αὐτὴν ἐπανέστησε Ῥωμαίοις, καὶ πολὺν στρατὸν ἀγείρας, καὶ βουλὴν τῶν ἰδίων φίλων ἐς μίμημα τῆς συγκλήτου καταλέξας, ἤλαυνεν ἐς Ῥώμην ἐπὶ τόλμης καὶ φρονήματος λαμπροῦ, καὶ τἄλλα ὢν ἐς θρασύτητα περιώνυμος, ὥστε τὴν βουλὴν δείσασαν ἑλέσθαι τοὺς παρὰ σφίσιν ἐπὶ μεγίστης τότε δόξης στρατηγούς, Καικίλιόν τε Μέτελλον μετὰ πολλοῦ στρατοῦ καὶ Γναῖον Πομπήιον ἐπʼ ἐκείνῳ μεθʼ ἑτέρου στρατοῦ, ἵνα τὸν πόλεμον, ὅπῃ δύναιντο, ἐξωθοῖεν ἐκ τῆς Ἰταλίας ἐν διχοστασίᾳ τότε μάλιστα οὔσης. ἀλλὰ Σερτώριον μὲν τῶν στασιωτῶν τις αὐτοῦ Περπέρνας ἀνελὼν ἑαυτὸν ἐπὶ Σερτωρίῳ στρατηγὸν ἀπέφηνε τῆς ἀποστάσεως, Περπέρναν δʼ ἔκτεινε μάχῃ Πομπήιος, καὶ ὁ πόλεμος ὅδε, θορυβήσας δὴ τῷ φόβῳ μάλιστα Ῥωμαίους, διελύθη. τὸ δὲ ἀκριβὲς αὐτοῦ δηλώσει τὰ περὶ Σύλλαν ἐμφύλια.
16.102 μετὰ δὲ τὸν Σύλλα θάνατον Γάιος Καῖσαρ αἱρεθεὶς Ἰβηρίας στρατηγεῖν, ὥστε καὶ πολεμεῖν οἷς δεήσειεν, ὅσα τῶν Ἰβήρων ἐσαλεύετο ἢ Ῥωμαίοις ἔτι ἔλειπε, πολέμῳ συνηνάγκασε πάντα ὑπακούειν. καί τινα αὖθις ἀφιστάμενα Ὀκταούιος Καῖσαρ ὁ τοῦ Γάιου παῖς, ὁ Σεβαστὸς ἐπίκλην, ἐχειρώσατο. καὶ ἐξ ἐκείνου μοι δοκοῦσι Ῥωμαῖοι τὴν Ἰβηρίαν, ἣν δὴ νῦν Ἱσπανίαν καλοῦσιν, ἐς τρία διαιρεῖν καὶ στρατηγοὺς ἐπιπέμπειν, ἐτησίους μὲν ἐς τὰ δύο ἡ βουλή, τὸν δὲ τρίτον βασιλεὺς ἐφʼ ὅσον δοκιμάσειεν.
← Previous 72 / 72

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme