Thesauros Literature History Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
3.13 οἱ μὲν δὴ μερισάμενοι τὴν στρατιὰν πλησίον ἀλλήλων ἐστρατοπέδευον, καὶ τῆς γνώμης ἑκάτερος εἴχοντο τῆς ἑαυτοῦ, Φάβιος μὲν ἐκτρύχειν Ἀννίβαν τῷ χρόνῳ καὶ πειρᾶσθαι μηδὲν ὑπʼ αὐτοῦ παθεῖν, ὁ δὲ Μινούκιος μάχῃ διακριθῆναι. συνιόντος δὲ ἐς μάχην τοῦ Μινουκίου, Φάβιος τὸ μέλλον ἔσεσθαι προορῶν ἐν μέσῳ τὴν στρατιὰν ἀτρεμοῦσαν ἔστησε τὴν ἑαυτοῦ, καὶ τοὺς τοῦ Μινουκίου τραπέντας ἀνελάμβανε, τοὺς δʼ Ἀννίβου διώκοντας ἀπεκρούετο. καὶ Φάβιος μὲν ὧδε τὴν συμφορὰν ἐπεκούφισε τῷ Μινουκίῳ, οὐδὲν ἐπιμηνίσας τῆς διαβολῆς· ὁ δὲ Μινούκιος αὑτοῦ καταγνους ἀπειρίαν ἀπέθετο τὴν ἀρχήν, καὶ τὸ μέρος τοῦ στρατοῦ παρέδωκε τῷ Φαβίῳ, ἡγουμένῳ πρὸς ἄνδρα τεχνίτην μάχης ἕνα καιρὸν εἶναι τὴν ἀνάγκην. οὗ δὴ καὶ ὁ Σεβαστὸς ὕστερον πολλάκις ἐμέμνητο, οὐκ ὢν εὐχερὴς οὐδʼ οὗτος ἐς μάχας μᾶλλον τόλμῃ ἢ τέχνῃ χρῆσθαι. Φάβιος μὲν οὖν αὖθις ὁμοίως ἐφύλασσε τὸν Ἀννίβαν, καὶ τὴν χώραν πορθεῖν ἐκώλυεν, οὐ συμπλεκόμενος αὐτοῦ τῷ στρατῷ παντί, τοῖς δʼ ἀποσκιδναμένοις μόνοις ἐπιτιθέμενος, καὶ σαφῶς εἰδὼς ἀπορήσοντα τροφῶν αὐτίκα τὸν Ἀννίβαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme