Thesauros Literature History Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
3.14 στενῆς δὲ διόδου πλησιαζούσης, ὁ μὲν Ἀννίβας αὐτὴν οὐ προείδετο, Φάβιος δὲ προπέμψας τετρακισχιλίους κατέλαβε, καὶ τοῖς λοιποῖς αὐτὸς ἐπὶ θάτερα ἐστρατοπέδευεν ἐπὶ λόφου καρτεροῦ. ὁ δὲ Ἀννίβας ὡς ᾔσθετο ληφθεὶς ἐν μέσῳ Φαβίου τε καὶ τῶν στενῶν φυλασσομένων, ἔδεισε μὲν ὡς οὔ ποτε πρότερον· οὐ γὰρ εἶχε διέξοδον, ἀλλὰ πάντα ἦν ἀπόκρημνα καὶ δύσβατα, οὐδʼ ἤλπιζε Φάβιον ἢ τοὺς ἐπὶ τῶν στενῶν βιάσεσθαι διὰ τὴν τῶν χωρίων ὀχυρότητα. ὧδε δʼ ἔχων ἀπορίας τοὺς μὲν αἰχμαλώτους ἐς πεντακισχιλίους ὄντας κατέσφαξεν, ἵνα μὴ ἐν τῷ κινδύνῳ νεωτερίσειαν, βοῦς δὲ ὅσας εἶχεν ἐν τῷ στρατοπέδῳ (πολὺ δὲ πλῆθος ἦν), τοῖς κέρασιν αὐτῶν δᾷδας περιέθηκε, καὶ νυκτὸς ἐπιγενομένης τὰς δᾷδας ἐξάψας τὸ λοιπὸν ἐν τῷ στρατοπέδῳ πῦρ ἔσβεσε, καὶ σιγὴν βαθεῖαν ἔχειν παρήγγειλε, τοῖς δʼ εὐτολμοτάτοις τῶν νέων ἐκέλευσε τὰς βοῦς ἐλαύνειν μετὰ σπουδῆς ἄνω πρὸς τὰ ἀπόκρημνα, ἃ ἦν ἐν μέσῳ τοῦ τε Φαβίου καὶ τῶν στενῶν. αἱ δʼ ὑπό τε τῶν ἐλαυνόντων ἐπειγόμεναι, καὶ τοῦ πυρὸς ἐκκαίοντος αὐτάς, ἀνεπήδων ἐπὶ τοὺς κρημνοὺς ἀφειδῶς καὶ βιαίως, εἶτα κατέπιπτον καὶ αὖθις ἀνεπήδων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme