Thesauros Literature History Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
3.15 Ῥωμαῖοι δὲ οἱ ἑκατέρωθεν, ὁρῶντες ἐν μὲν τῷ Ἀννίβου στρατοπέδῳ σιγὴν καὶ σκότον, ἐν δὲ τοῖς ὄρεσι πῦρ πολὺ καὶ ποικίλον, οὐκ ἔχοντες ὡς ἐν νυκτὶ τὸ γιγνόμενον ἀκριβῶς ἐπινοῆσαι, ὁ μὲν Φάβιος εἴκαζεν εἶναί τι στρατήγημα τοῦτο Ἀννίβου, καὶ συνεῖναι μὴ δυνάμενος ἀτρέμα συνεῖχε τὴν στρατιάν, τὴν νύκτα ὑφορώμενος· οἱ δʼ ἐν τοῖς στενοῖς ὑπέλαβον, ἅπερ ἤθελεν ὁ Ἀννίβας, φεύγειν αὐτὸν ὡς ἐν ἀπόροις, ἄνω διὰ τῶν κρημνῶν βιαζόμενον, καὶ μετεπήδων ἐπὶ τὴν φαντασίαν τοῦ πυρὸς καταθέοντες ὡς ἐκεῖ ληψόμενοι τὸν Ἀννίβαν κακοπαθοῦντα. ὁ δὲ ὡς εἶδε καταβάντας αὐτοὺς ἐκ τῶν στενῶν, διέδραμεν ἐς αὐτὰ τοῖς ταχυτάτοις ἄνευ φωτὸς μετὰ σιωπῆς, ἵνα διαλάθοι, καταλαβὼν δὲ αὐτὰ καὶ κρατυνάμενος ἐσήμηνε τῇ σάλπιγγι· καὶ τὸ στρατόπεδον ἀντεβόησεν αὐτῷ, καὶ πῦρ αἰφνίδιον ἐξέφηναν. Ῥωμαῖοι μὲν δὴ τότε ᾔσθοντο τῆς ἀπάτης, ὁ δὲ στρατὸς ὁ ἄλλος Ἀννίβου καὶ οἱ τὰς βοῦς ἐλαύνοντες ἐπὶ τὰ στενὰ ἀδεῶς διέδραμον. καὶ αὐτοὺς συναγαγὼν ἀπῇρεν ἐς τὸ πρόσω. οὕτω μὲν ἐξ ἀέλπτου τότε ὁ Ἀννίβας αὐτός τε περιῆν καὶ τὸν στρατὸν περιέσωζε, καὶ ἐς Γερωνίαν τῆς Ἰαπυγίας ἐπειχθείς, ἣ σίτου πλήρης ἦν, ἐξεῖλεν αὐτήν, καὶ ἐν ἀφθόνοις ἀδεῶς ἐχείμαζεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme