Thesauros Literature History Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
4.19 Αννίβου δʼ, ἐπεὶ τῆς πείρας ἐξέπιπτεν, αὐτίκα ἐς τὸ στρατόπεδον ἐπανελθόντος καὶ τὴν ὑπόκρισιν ἐκφήναντος, οὐδὲ τοῦτʼ ἐδίδασκε τὸν Τερέντιον πάνθʼ ὑπονοεῖν τὰ Ἀννίβου, ἀλλʼ ὡς εἶχεν, ἐν τοῖς ὅπλοις ἐς τὸ στρατήγιον ἐσδραμών, παρόντων ἔτι τῶν τε ἀπὸ βουλῆς καὶ ταξιάρχων καὶ χιλιάρχων, ᾐτιᾶτο περὶ τῶν οἰωνῶν τὸν Αἰμίλιον προφασίσασθαι καὶ νίκην φανερὰν ἀφελέσθαι τὴν πόλιν, ὀκνοῦντα ὑπὸ δειλίας, ἢ οἱ φθονοῦντα διὰ ζηλοτυπίαν. οὕτω δʼ αὐτοῦ βοῶντος ὑπʼ ὀργῆς ἡ στρατιὰ περιεστῶσα τὴν σκηνὴν ἐπήκουε, καὶ τὸν Αἰμίλιον ἐβλασφήμουν. ὁ δὲ πολλὰ μὲν εἶπε τοῖς ἔνδον συμφέροντα μάτην, Τερεντίῳ δέ, πλὴν Σερουιλίου, τῶν ἄλλων συντιθεμένων εἶξεν. καὶ τῆς ἐπιούσης ἐξέτασσεν αὐτὸς ἡγούμενος· παρεχώρει γὰρ ὁ Τερέντιος. Ἀννίβας δʼ ᾔσθετο, καὶ τότε μὲν οὐκ ἐπεξῆλθεν (οὐ γάρ πω πρὸς μάχην διετέτακτο), τῇ δʼ ἐπιούσῃ κατέβαινον ἐς τὸ πεδίον ἑκάτεροι, Ῥωμαῖοι μὲν ἐς τρία τεταγμένοι, μικρὸν ἀπʼ ἀλλήλων διεστῶτες, καὶ μέρος ἕκαστον αὐτῶν εἶχε τοὺς πεζοὺς ἐν μέσῳ, τοὺς δὲ ψιλοὺς καὶ ἱππέας ἑκατέρωθεν. στρατηγοὶ δʼ ἐφειστήκεσαν τῷ μέσῳ μὲν Αἰμίλιος, τῷ δὲ λαιῷ Σερουίλιος, Τερέντιος δὲ τοῖς ἐπὶ δεξιά, χιλίους ἀμφʼ αὑτὸν ἕκαστος ἔχων ἱππέας ἐπειλεγμένους, ἐπικουρεῖν ὅπῃ τι πονοίη. οὕτω μὲν ἐτάξαντο Ῥωμαῖοι·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme