5.29
μετὰ δὲ τοῦτʼ ἐπιὼν τὰ ὑπὸ Ῥωμαίοις ἐλυμαίνετο, καὶ Πετηλίνοις μηχανήματα προσῆγεν. οἱ δʼ ὀλίγοι μὲν ἦσαν, ὑπὸ δὲ τόλμης μετὰ τῶν γυναικῶν ἐπεξέθεον αὐτῷ, καὶ πολλὰ καὶ γενναῖα ἔδρων, τάς τε μηχανὰς αὐτοῦ συνεχῶς ἐνεπίμπρασαν, οὐχ ἧσσον αὐτοῖς τῶν γυναικῶν ἀνδριζομένων. ὀλιγώτεροι δε γιγνόμενοι καθʼ ἕκαστον ἔργον ἐκακοπάθουν μάλιστα ὑπὸ λιμοῦ· καὶ ὁ Ἀννίβας αἰσθανόμενος περιετείχισεν αὐτούς, καὶ Ἄννωνα ἐπέστησε τῇ πολιορκίᾳ. οἱ δʼ, ἐπιτείνοντος αὐτοῖς τοῦ κακοῦ, πρῶτα μὲν τοῦς ἀχρείους σφῶν ἐς μάχας ἐξέβαλον ἐς τὸ μεσοτείχιον, καὶ κτιννυμένους ὑπὸ τοῦ Ἄννωνος ἐφεώρων ἀλύπως ὡς εὐμοιρότερον ἀποθνήσκοντας. τῷ δʼ αὐτῷ λόγῳ καὶ οἱ λοιποὶ πάμπαν ἀποροῦντες ἐξέδραμον ἐπὶ τοὺς πολεμίους, καὶ πολλὰ μὲν καὶ γενναῖα καὶ τότε ἔδρασαν, ὑπὸ δὲ ἀτροφίας καὶ ἀσθενείας σωμάτων οὐδʼ ὑποστρέψαι δυνάμενοι διεφθάρησαν ἅπαντες ὑπὸ τῶν Λιβύων. καὶ τὴν πόλιν εἷλεν ὁ Ἄννων, ἐκφυγόντων καὶ ὣς ἀπʼ αὐτῆς ὀλίγων τῶν δραμεῖν δυνηθέντων. τούτους διερριμμένους οἱ Ῥωμαῖοι σπουδῇ συνῆγον, καὶ γενομένους ἐς ὀκτακοσίους κατήγαγόν τε καὶ συνῴκισαν μετὰ τόνδε τὸν πόλεμον αὖθις ἐς τὴν πατρίδα, ἀγάμενοι τῆς τε περὶ σφᾶς εὐνοίας καὶ τοῦ παραδόξου τῆς προθυμίας.
5.30
τῶν δὲ Κελτιβήρων ἱππέων, οἳ ἐμισθοφόρουν Ἀννίβᾳ, λαμπρῶς ἀγωνιζομένων, ὅσοι Ῥωμαίων ἐστρατήγουν ἐν Ἰβηρίᾳ, τοσούσδε ἑτέρους τὰς πόλεις τὰς ὑπὸ σφίσιν αἰτήσαντες ἐς ἀντίπαλον ἐκείνων ἔπεμψαν ἐς τὴν Ἰταλίαν, οἳ τοῖς ὁμοεθνέσιν, ὅτε πλησίον Ἀννίβου στρατοπεδεύοιεν, ἀναμιγνύμενοι μετέμειθον αὐτούς. καὶ πολλῶν μετατιθεμένων τε καὶ αὐτομολούντων ἢ ἀποδιδρασκόντων οὐδὲ τὸ λοιπὸν ἦν ἔτι τῷ Ἀννίβᾳ πιστόν, ὑποπτευόμενόν τε ὑπʼ ἐκείνου καὶ ὑποπτεύοντες αὐτόν. κάκιον οὖν ἔπρασσεν ὁ Ἀννίβας τὸ ἀπὸ τοῦδε.