Thesauros Literature History Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
6.34 λιμένες δʼ εἰσὶ τοῖς Ταραντινοις πρὸς βορρᾶν ἄνεμον ἐκ πελάγους ἐσπλέοντι διὰ ἰσθμοῦ, καὶ τὸν ἰσθμὸν ἀπέκλειον γεφύραις, ὧν τότε κρατοῦντες οἱ Ῥωμαίων φρουροὶ σφίσι μὲν ἐδέχοντο τὴν ἀγορὰν ἐκ θαλάσσης, Ταραντίνοις δʼ ἐκώλυον ἐσκομίζεσθαι. ὅθεν ἠπόρουν ἀγορᾶς οἱ Ταραντῖνοι, ἕως ἐπελθὼν αὐτοῖς ὁ Ἀννίβας ἐδίδαξε λεωφόρον ὁδόν, ἣ διὰ μέσης τῆς πόλεως ἔφερεν ἀπὸ τῶν λιμένων ἐπὶ τὴν νοτιον θαλασσαν, ὀρύξαντας, ἰσθμὸν ἕτερον ποιήσασθαι. καὶ οἱ μὲν οὕτω πράξαντες εἶχόν τε ἀγοράν, καὶ τριήρεσι τοὺς Ῥωμαίων φρουροὺς ναῦς οὐκ ἔχοντας ὑπὸ τὸ τεῖχος ἔβλαπτον, ὅτε μὴ χειμὼν εἴη μάλιστα, καὶ τὴν ἀγορὰν τὴν καταπλέουσαν ἐκείνοις ἀφῃροῦντο· οἱ δʼ ἠπόρουν. καὶ νυκτὸς αὐτοὶς Θουρίων σῖτόν τε ναυσὶ πεμπόντων καὶ τριήρεις ἐς φυλακὴν τῶν νεῶν, οἱ Ταραντῖνοι καὶ οἱ σὺν αὐτοῖς Λίβυες πυθόμενοι καὶ λοχήσαντες ἔλαβον αὐτῷ τε σίτῳ καὶ αὐτοῖς ἀνδράσιν ἁπάσας. πρεσβευομένων δὲ θαμινὰ τῶν Θουρίων, καὶ ἀξιούντων λύσασθαι τοὺς εἰλημμένους, οἱ Ταραντῖνοι τοὺς φοιτῶντας αὐτῶν μετέπειθον ἐς Ἀννίβαν. καὶ ὁ Ἀννίβας ὅσους εἶχε Θουρίων αἰχμαλώτους, εὐθὺς ἀπέλυεν. οἱ δὲ τοὺς οἰκείους σφῶν βιασάμενοι, τὰς πύλας Ἄννωνι ἀνέῳξαν. καὶ Θούριοι μὲν Ῥωμαίοις Τάραντα περιποιούμενοι ἔλαθον οὕτως ὑπὸ Καρχηδονίοις αὐτοὶ γενόμενοι· ἡ δʼ ἐν τῇ πόλει φρουρὰ Ῥωμαίων ἐς Βρεντέσιον λαθοῦσα διεπλευσεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme