Thesauros Literature History Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
6.35 Μεταποντῖνοι δʼ, ἐξ οὗ σφῶν ὁ φρούραρχος τὸ ἥμισυ τῆς φρουρᾶς ἄγων ἐς Τάραντα ᾤχετο, τοὺς λοιποὺς ὀλίγους γενομένους ἀπέκτειναν καὶ Ἀννίβᾳ προσέθεντο. προσέθετο δὲ καὶ ἡ μεταξὺ Μεταποντίνων τε καὶ Θουρίων Ἡράκλεια, δέει μᾶλλον ἢ γνώμῃ. καὶ πάλιν ἦν ἐπικυδέστερα τὰ Ἀννίβου. τοῦ δʼ ἑξῆς ἔτους καὶ Λευκανῶν τινες ἀπέστησαν ἀπὸ Ῥωμαίων· οἷς Σεμπρώνιος Γράκχος ἀνθύπατος ἐπελθὼν ἐπολέμει. Λευκανὸς δέ τις ἐκ τῶν ἔτι Ῥωμαίοις ἐμμενόντων Φλάουιος, φίλος ὢν καὶ ξένος Γράκχου, προδιδοὺς αὐτὸν ἔπεισεν ἔς τι χωρίον ἐλθόντα συνθέσθαι Λευκανῶν τοῖς στρατηγοῖς ὡς μετανοοῦσι, καὶ δοῦναι καὶ λαβεῖν πίστεις. ὁ δʼ οὐδὲν ὑποτοπήσας εἵπετο μεθʼ ἱππέων τριάκοντα. Νομάδων δὲ πολλῶν αὐτὸν ἐξ ἐνέδρας κυκλωσαμένων, ὁ μὲν Φλάουιος ἐξίππευσεν ἐς ἐκείνους, ὁ δὲ Γράκχος συνεὶς τῆς προδοσίας καθήλατο μετὰ τῶν ἱππέων, καὶ πολλὰ καὶ γενναῖα δρῶν κατεκόπη μετὰ πάντων πλὴν τριῶν, οὓς μόνους εἷλεν ὁ Ἀννίβας, πολλὴν ποιησάμενος σπουδὴν λαβεῖν ζῶντα Ῥωμαίων τὸν ἀνθύπατον. αἰσχρῶς δʼ αὐτὸν ἐνηδρευμένον ἀγάμενος ὅμως τῆς τελευταίας ἀρετῆς ἔθαψε, καὶ τὰ ὀστᾶ Ῥωμαίοις ἔπεμψεν.
6.35 καὶ ἀπὸ τοῦδε αὐτὸς μὲν ἐν Ἰάπυξιν ἐθέριζε καὶ σῖτον πολὺν ἐσώρευε,
6.36 Ῥωμαίων δʼ ἐπιθέσθαι Καπυαιοις ἐγνωκότων ἔπεμπεν Ἄννωνα μετὰ χιλίων πεζῶν καὶ χιλίων ἱππέων ἐσδραμεῖν νυκτὸς ἐς Καπύην. καὶ ὁ μὲν ἐσέδραμε Ῥωμαίους λαθών, οἱ δʼ ἡμέρας γενομένης, ὡς πλέονας εἶδον ἐπὶ τῶν τειχῶν, τὸ συμβὰν ἔγνωσαν, καὶ τῆς μὲν πόλεως εὐθὺς ἀνεχώρουν, τὰ δὲ θέρη τὰ Καπυαίων καὶ τῶν ἄλλων Καμπανῶν προκατελάμβανον. ὀδυρομένοις δὲ περὶ τοῦδε τοῖς Καμπανοῖς ὁ Ἀννίβας ἔφη πολὺν ἔχειν σῖτον ἐν Ἰαπυγίᾳ, καὶ πέμποντας ἐκέλευε λαμβάνειν ὁσάκις θέλοιεν. οἱ δʼ οὐκ ὑποζύγια μόνον οὐδʼ ἄνδρας, ἀλλὰ καὶ γύναια καὶ παιδία ἔπεμπον ἀχθοφορήσοντα τοῦ σίτου· καὶ γὰρ ἐθάρρουν τῇ διόδῳ, μετελθόντος ἐς αὐτὴν ἐξ Ἰαπύγων Ἀννίβου, καὶ παρὰ τὸν Κάλωρα ποταμὸν στρατοπεδεύοντος, πλησίον Βενεβενδέων, οὓς μόνους ἐδεδοίκεσαν Ῥωμαίοις ἔτι συμμάχους ὄντας. τότε δὲ Ἀννίβου παρόντος ἁπάντων κατεφρόνουν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme