Thesauros Literature History Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
7.43 ὁ δʼ Ἀννίβας ἐπεὶ τῆς πείρας ἀπέτυχεν, ἐς Λευκανοὺς διελθὼν ἐχείμαζε, καὶ ἐπὶ τρυφῆς ἦν οὐ συνήθους, ἐρωμένην τε εἶχεν ἄγριος ἀνήρ. καὶ εὐθὺς αὐτῷ κατʼ ὀλίγον ἐτρέπετο πάντα. Φούλουιος δʼ ἐς Καπύην πρὸς τὸν συστράτηγον ἐπανῄει, καὶ τοῖς Καπυαίοις προσέβαλλον ἄμφω καρτερῶς, ἐπειγόμενοι χειμῶνος ἑλεῖν τὴν πόλιν, ἕως Ἀννίβας ἠρεμεῖ. Καπυαῖοι δέ, τῶν τροφῶν σφᾶς ἐπιλειπουσῶν καὶ οὐδαμόθεν ἄλλων ἐπεισαγομένων, ἐνεχείρισαν ἑαυτοὺς τοῖς στρατηγοῖς· ἐνεχείρισαν δὲ καὶ ὅσοι Λιβύων αὐτοὺς ἐφρούρουν, αὐτοῖς στρατηγοῖς, Ἄννωνι ἑτέρῳ καὶ Βώσταρι. Ῥωμαῖοι δὲ τῇ μὲν πόλει φρουρὰν ἐπέστησαν, καὶ ὅσους ηὗρον αὐτομολοῦντας, χεῖρας αὐτῶν ἀπέτεμον· Λιβύων δὲ τοὺς μὲν ἐπιφανεῖς ἐς Ῥώμην ἔπεμψαν, τοὺς δὲ λοιποὺς ἀπέδοντο. καὶ Καπυαίων αὐτῶν τοὺς μὲν αἰτίους μάλιστα τῆς ἀποστάσεως ἀπέκτειναν, τῶν δʼ ἄλλων τὴν γῆν ἀφείλοντο μόνον. εὔφορος δʼ ἐστὶν ἐς σῖτον ἡ περὶ τὴν Καπύην πᾶσα· πεδιὰς γάρ ἐστιν. Καπύη μὲν δὴ πάλιν ἐς Ῥωμαίους ἐπανῆκτο, καὶ μέγα τοῦτο Λιβύων ἐς τὴν Ἰταλίαν πλεονέκτημα περιῄρητο.
7.44 ἐν δὲ Βρεττίοις, οἳ μέρος εἰσὶ τῆς Ἰταλίας, ἀνὴρ ἐκ πόλεως Τισίας φρουρουμένης ὑπὸ τῶν Λιβύων, ἐθίσας ἀεί τι λῄζεσθαι καὶ φέρειν τῷ φρουράρχῳ, καὶ παρὰ τοῦτο αὐτῷ συνήθης ἐς πάντα γεγονὼς καὶ σχεδὸν συστράτηγος, ἤλγει τῶν φρουρῶν ἐς τὴν πατρίδα ὑβριζόντων συνθέμενος οὖν τῷ Ῥωμαίων στρατηγῷ, καὶ πιστὰ δοὺς καὶ λαβών, ἑκάστοτέ τινας ὡς αἰχμαλώτους ἐσῆγεν ἐς τὴν ἄκραν, καὶ τὰ ὅπλα αὐτῶν ἐσέφερεν ὡς σκῦλα. ἐπεὶ δὲ πλέονες ἐγένοντο, ἐξέλυσεν αὐτοὺς καὶ ὥπλισε, καὶ τὴν Λιβύων φρουρὰν ἀνεῖλε, καὶ παρὰ Ῥωμαίων ἄλλην ἐσηγάγετο. Ἀννίβου δὲ οὐ πολὺ ὕστερον παροδεύοντος αὐτούς, οἱ μὲν φρουροὶ καταπλαγέντες ὑπὸ τοῦ δέους ἐξέφυγον ἐς Ῥήγιον, οἱ δὲ Τισιᾶται παρέδωκαν αὑτοὺς τῷ Ἀννίβᾳ. καὶ ὁ Ἀννίβας τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως ἔκαυσε, τῇ δὲ πόλει φρουρὰν ἐπέστησεν ἄλλην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme