Thesauros Literature History Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
9.56 τοῦ δὲ αὐτοῦ χρόνου Κωνσεντίαν τε, μεγάλην πόλιν Βρεττίων, καὶ ἄλλας ἓξ ἐπʼ αὐτῇ περιέσπασεν ἀπὸ Ἀννίβου Κράσσος. καὶ γιγνομένων ἐν Ῥώμῃ σημείων ἐκ Διὸς φοβερῶν, οἱ μὲν τὰ Σιβύλλεια ἐπισκεπτόμενοι δέκα ἄνδρες ἔφασαν ἐξ οὐρανοῦ τι ἐς Πεσινοῦντα τῆς Φρυγίας, ἔνθα σέβουσιν οἱ Φρύγες θεῶν μητέρα, πεσεῖσθαι τῶνδε τῶν ἡμερῶν, καὶ δεῖν αὐτὸ ἐς τὴν Ῥώμην ἐνεχθῆναι. μετʼ οὐ πολὺ δὲ πεσεῖν τε προσηγγέλθη καὶ ἐς Ῥώμην ἐκομίσθη τὸ βρέτας. καὶ τὴν ἡμέραν ἑορτάζουσι καὶ νῦν μητρὶ θεῶν, ᾗ τότε ἐκομίσθη. λέγεται δὲ τὴν ναῦν, ἣ ἔφερεν αὐτό, ἰλύι τοῦ ποταμοῦ τοῦ Τιβέριος ἐνσχεθεῖσαν οὐδεμιᾷ μηχανῇ σαλεύεσθαι, μέχρι, τῶν μάντεων προειπόντων ἕψεσθαι μόνως εἰ γυνὴ καθαρεύουσα ξένων ἀνδρῶν ἑλκύσειε, Κλαυδίαν Κόινταν, μοιχείας ἔγκλημα ἔχουσαν ἔτι ἄκριτον, καὶ διʼ ἀσωτίαν ἐς αὐτὸ πιθανωτάτην οὖσαν, ἐπιθειάσαι τε πολλὰ περὶ τῆς ἀναμαρτησίας, καὶ ἀναδήσασθαι τῇ μίτρᾳ τὸ σκάφος. καὶ ἡ θεὸς ἕσπετο. Κλαυδία μὲν δὴ ἐξ αἰσχίστης δόξης ἐς ἀρίστην μετέβαλε, Ῥωμαίοις δὲ καὶ πρὸ τῆς Κλαυδίας ἐκέλευε τὰ Σιβύλλεια διὰ τοῦ παρὰ σφίσιν ἀρίστου τὸ βρέτας ἐκ Φρυγίας μεταγαγεῖν, καὶ τὸν ἄριστον ἐν τῷ τότε σφίσι δοκοῦντα εἶναι, Σκιπίωνα τὸν Νασικᾶν ἐπίκλην, ἐπεπόμφεσαν, υἱὸν μὲν ὄντα Γναίου Σκιπίωνος τοῦ στρατηγήσαντος ἐν Ἰβηρίᾳ καὶ ἐν αὐτῇ πεσόντος, ἀνεψιὸν δὲ Σκιπίωνος τοῦ Καρχηδονίους ἀφελομένου τὴν ἡγεμονίαν καὶ πρώτου κληθέντος Ἀφρικανοῦ. ὧδε μὲν ἡ θεὸς ἐς Ῥώμην διʼ ἀνδρῶν καὶ γυναικῶν ἀρίστων ἀφικνεῖτο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme