Thesauros Literature History Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
2.10 ὁ δὲ αἰσθόμενος αὐτοῦ τῆς τε ὁρμῆς καὶ ἀπειρίας, ὄρος μέν τι καὶ λίμνην προυβάλετο πρὸ ἑαυτοῦ, ψιλοὺς δὲ καὶ ἱππέας ἐς φάραγγα ἀποκρύψας ἐστρατοπέδευεν. καὶ αὐτὸν ὁ Φλαμίνιος κατιδὼν ἅμα ἕῳ σμικρὸν μέν τι διέτριψε, τὸν στρατὸν ἀναπαύων ἐξ ὁδοιπορίας καὶ χαρακοποιούμενος, μετὰ δὲ τοῦτο ἐξῆγεν εὐθὺς ἐπὶ τὴν μάχην αὔους ὄντας ὑπʼ ἀγρυπνίας καὶ κόπου. τῆς δʼ ἐνέδρας ἐκφανείσης ἐν μέσῳ ληφθεὶς τοῦ τε ὄρους καὶ τῆς λίμνης καὶ τῶν ἐχθρῶν αὐτός τε ἀνῃρέθη καὶ σὺν αὐτῷ δισμύριοι. τοὺς δὲ λοιποὺς ἔτι μυρίους, ἔς τινα κώμην ὀχυρὰν συμφυγόντας, Μαάρβαλ ὁ ὑποστράτηγος Ἀννίβου, μεγίστην καὶ ὅδε ἐπὶ στρατηγίᾳ δόξαν ἔχων, οὐ δυνάμενος ἑλεῖν εὐχερῶς, οὐδὲ ἀξιῶν ἀπεγνωκόσι μάχεσθαι, ἔπεισε τὰ ὅπλα ἀποθέσθαι, συνθέμενος ἀπολύσειν ὅπῃ θέλοιεν. ὡς δὲ ἀπέθεντο, λαβὼν ἦγεν αὐτοὺς πρὸς τὸν Ἀννίβαν γυμνούς. ὁ δʼ οὐ φάμενος εἶναι κύριον χωρὶς αὑτοῦ ταῦτα συνθέσθαι τὸν Μαάρβαλ, τοὺς μὲν ἐκ τῶν συμμάχων φιλανθρωπευσάμενος ἀπέλυσεν ἐς τὰ ἑαυτῶν, θηρεύων τῇ φιλανθρωπίᾳ τὰς πόλεις, ὅσοι δὲ Ῥωμαίων ἦσαν, εἶχε δήσας. τὴν δὲ λείαν τοῖς συστρατεύουσι Κελτοῖς ἀποδόμενος, ἵνα καὶ τούσδε θεραπεύσειε τῷ κέρδει, προύβαινεν ἐς τὸ πρόσθεν, αἰσθομένου μὲν ἤδη τῶν γιγνομένων τοῦ περὶ Πάδον στρατηγοῦ Σερουιλίου, καὶ τετρακισμυρίοις ἐπὶ Τυρρηνίας ἐπειγομένου, Κεντηνίου δὲ ἤδη τοῖς ὀκτακισχιλίοις τὰ στενὰ προειληφότος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme