18.124
Σκιπίων δὲ γενομένης ἡμέρας ἐπεχειρει τῷ χώματι· καὶ γὰρ ἦν εὔκαιρον ἐπιτείχισμα τοῦ λιμένος. κριοῖς οὖν το παρατείχισμα τύπτων, καὶ μηχανήματα πολλὰ ἐπάγων, μέρος αὐτοῦ κατέβαλεν. οἱ δὲ Καρχηδόνιοι, καίπερ ὑπὸ λιμοῦ καὶ κακώσεως ποικίλης ἐνοχλούμενοι, νυκτὸς ἐξέδραμον ἐπὶ τὰ Ῥωμαίων μηχανήματα, οὐ κατὰ γῆν (οὐ γὰρ ἦν δίοδος) οὐδὲ ναυσὶν (ἁλιτενὴς γὰρ ἦν ἡ θάλασσα), ἀλλὰ γυμνοὶ δᾷδας ἔφερον, οὐχ ἡμμένας ἵνα μὴ μακρόθεν εἶεν καταφανεῖς· ἐς δὲ τὴν θάλασσαν ἐμβάντες ᾗ μή τις ἂν προσεδόκησεν, οἱ μὲν ἄχρι τῶν μαστῶν βρεχόμενοι διεβάδιζον, οἱ δὲ καὶ διένεον, ἕως ἐπὶ τὰ μηχανήματα ἐλθόντες ἐξῆψαν τὸ πῦρ, καὶ κατάφωροι γενόμενοι πολλὰ μὲν ἔπαθον, ἅτε γυμνοὶ τιτρωσκόμενοι, πολλὰ δʼ ἀντέδρασαν ὑπὸ τόλμης· οἳ καὶ τὰς ἀκίδας τῶν βελῶν καὶ τὰς αἰχμὰς ἐν στέρνοις καὶ ὄψεσι φέροντες οὐκ ἀνίεσαν, ὥσπερ θηρία ταῖς πληγαῖς ἐγκείμενοι, μέχρι τὰ μηχανήματα ἐνέπρησαν καὶ τοὺς Ῥωμαίους ἐτρέψαντο θορυβουμένους. ἔκπληξίς τε καὶ τάραχος ἦν ἀνὰ ὅλον τὸ στρατόπεδον, καὶ φόβος οἷος οὐ πρίν, ὑπὸ μανίας γυμνῶν πολεμίων, ὥστε δείσας ὁ Σκιπίων μετὰ ἱππέων ἔξω περιέθει, καὶ τοὺς οἰκείους, εἰ μὴ λήξαιεν τῆς φυγῆς, ἐκέλευε βάλλειν. ἔστι δὲ οὓς ἔβαλε καὶ ἀπέκτεινεν, ἕως οἱ πλείους συνεώσθησαν ἐς τὸ στρατόπεδον ὑπʼ ἀνάγκης, καὶ διενυκτέρευσαν ἔνοπλοι, τὴν ἀπόγνωσιν τῶν ἐχθρῶν δεδιότες. οἱ δὲ τὰς μηχανὰς ἐμπρήσαντες ἐξένεον αὖθις ἐς τὰ οἰκεῖα.