4.20
συνθεμένων δὲ πάντων, ὁ μὲν καιρός, εἶπεν, εὐθὺς ἐπιχειρεῖν ἀπὸ τοῦδε τοῦ συλλόγου, νυκτὸς ἔτι οὔσης, ὅτε καὶ τὸ ἔργον ἐστὶ φοβερώτερον καὶ ἀνέτοιμα τὰ ἐκείνων, καὶ οὐδεὶς τῶν συμμάχων αὐτοῖς δύναται βοηθεῖν ἐν σκότῳ. φθάσομέν τε οὕτως αὐτῶν τὰ βουλεύματα μόνως, ἐγνωκότων ἡμῖν τῆς ἐπιούσης ἡμέρας ἐπιθέσθαι. τριῶν δʼ αὐτοῖς ὄντων στρατοπέδων, αἱ μὲν νῆές εἰσι πόρρω, καὶ οὐκ ἔστι ναυσὶ νυκτὸς ἐπιχειρεῖν, Ἀσδρούβας δὲ καὶ Σύφαξ οὐ μακρὰν ἀπʼ ἀλλήλων. καὶ τούτοιν Ἀσδρούβας μέν ἐστι τὸ τοῦ πολέμου κεφάλαιον, Σύφαξ δὲ οὐκ ἂν νυκτὸς ἐπιτολμήσειε τῷ πόνῳ, βάρβαρος ἀνὴρ καὶ τρυφῆς γέμων καὶ δέους. φέρε οὖν, ἡμεῖς μὲν ἐπὶ Ἀσδρούβαν μετὰ παντὸς ἴωμεν τοῦ στρατοῦ, Μασσανάσσην δὲ τόνδε ἐπιτάξωμεν ἐφεδρεύειν τῷ Σύφακι, ἢν ἄρα καὶ παρὰ δόξαν ἐξίῃ τοῦ στρατοπέδου. πεζοὶ δὲ χωρῶμεν ἐπὶ τὸν χάρακα τοῦ Ἀσδρούβου, καὶ περιστάντες ἐπιχειρῶμεν ἐκ παντὸς μέρους σὺν ἐλπίδι τε χρηστῇ καὶ τόλμῃ θρασυτάτῃ· τούτων γὰρ τὰ παρόντα δεῖται μάλιστα. τοὺς δʼ ἱππέας (οὐ γὰρ ἔστιν αὐτοῖς χρῆσθαι νυκτὸς ἔτι οὔσης) προπέμψω πορρωτέρω κυκλοῦσθαι τὸ στρατόπεδον τῶν πολεμίων, ἵνα εἰ μὲν βιασθείημεν, ὑποδέχοιντο ἡμᾶς καὶ ἐς φιλίους καταφεύγοιμεν, εἰ δʼ ἐπικρατοίημεν, ἐκφεύγοντας ἐκείνους διώκοιεν καὶ διαχρῷντο.