6.31
Καρχηδόνιοι δʼ ἐπὶ ταῖς κακοπραγίαις δυσφοροῦντες αἱροῦνται στρατηγὸν αὐτοκράτορα Ἀννίβαν, τὸν δὲ ναύαρχον ἔπεμπον ἐπὶ νεῶν, ἐπισπέρχειν αὐτὸν ἐπὶ τὴν διάβασιν. ἅμα δὲ ταῦτʼ ἔπρασσον, καὶ ἐς τὸν Σκιπίωνα περὶ εἰρήνης ἐπρεσβεύοντο, ἡγούμενοι τούτοιν πάντως ἂν ἑνὸς τυχεῖν, ἢ τὴν εἰρήνην ἕξειν, ἢ χρόνον διατρίψειν ἕως ἀφίκοιτο ὁ Ἀννίβας. Σκιπίων μὲν οὖν αὐτοῖς ἀνοχάς τε ἔδωκε, καὶ τὴν δαπάνην τοῦ στρατοῦ λαβὼν πρεσβεύειν ἐφῆκεν ἐς Ῥώμην· οἱ δὲ ἐπρέσβευον, καὶ τειχῶν ἐκτὸς ἐστάθμευον ὡς ἔτι πολέμιοι, ἀχθέντες τε ἐπὶ τὴν βουλὴν ἐδέοντο συγγνώμης τυχεῖν. τῶν δὲ βουλευτῶν οἱ μὲν τῆς Καρχηδονίων ἀπιστίας ὑπεμίμνησκον, ὁσάκις συνθοῖντο καὶ παραβαῖεν, ὅσα τε Ἀννίβας δράσειε δεινὰ Ῥωμαίους καὶ τοὺς Ῥωμαίων συμμάχους ἔν τε Ἰβηρίᾳ καὶ Ἰταλίᾳ· οἱ δὲ τὸ τῆς εἰρήνης χρήσιμον οὐ Καρχηδονίοις μᾶλλον ἢ σφίσιν ὑπεδείκνυον ἔσεσθαι, τῆς Ἰταλίας τοσοῖσδε πολέμοις ἐκτετρυχωμένης, τό τε τοῦ μέλλοντος περιδεὲς ἐπεξῄεσαν, ἐπιπλευσουμένων ἐπὶ τὸν Σκιπίωνα αὐτίκα σὺν μεγάλοις στρατοῖς Ἀννίβου τε ἐξ Ἰταλίας καὶ Μάγωνος ἐκ Λιγύων καὶ Ἄννωνος ἀπὸ Καρχηδόνος.
6.32
ἐφʼ οἷς ἀποροῦσα ἡ βουλὴ συμβούλους ἔπεμψε τῷ Σκιπίωνι, μεθʼ ὧν ἔμελλε κρινεῖν τε καὶ πράξειν ὅ τι δοκιμάσειε συνοίσειν. ὁ δὲ ἐς τὴν εἰρήνην τοῖς Καρχηδονίοις ἐπὶ τοῖσδε συνέβη, Μάγωνα μὲν ἀποπλεῖν ἐκ Λιγύων αὐτίκα, καὶ τοῦ λοιποῦ Καρχηδονίους μὴ ξενολογεῖν, μηδὲ ναῦς ἔχειν μακρὰς πλείους τριάκοντα, μηδὲ πολυπραγμονεῖν τι πέρα ὧν ἔχουσιν ἐντὸς τῶν λεγομένων Φοινικίδων τάφρων, ἀποδοῦναι δὲ Ῥωμαίοις ὅσους αἰχμαλώτους αὐτῶν ἔχουσι καὶ αὐτομόλους, ἀργυρίου τε αὐτοῖς τάλαντα χίλια καὶ ἑξακόσια ἐσενεγκεῖν ἐν χρόνῳ, ἔχειν δὲ Μασσανάσσην Μασσυλίους τε καὶ τῆς Σύφακος ἀρχῆς ὅσα δύναιτο. τάδε μὲν συνέθεντο ἀλλήλοις. καὶ πρέσβεις διέπλεον, οἱ μὲν ἐς Ῥώμην, τοὺς ὑπάτους ὁρκιοῦντες, οἱ δʼ ἀπὸ Ῥώμης ἐς Καρχηδόνα, καὶ τὰ τέλη τῶν Καρχηδονίων αὐτοῖς ὤμνυεν. Μασσανάσσῃ δὲ Ῥωμαῖοι χαριστήρια τῆς συμμαχίας στέφανόν τε ἀπὸ χρυσοῦ καὶ σφραγῖδα χρυσῆν ἔπεμπον, καὶ ἐλεφάντινον δίφρον καὶ πορφύραν καὶ στολὴν Ῥωμαϊκὴν καὶ ἵππον χρυσοφάλαρον καὶ πανοπλίαν.