8.52
οὐ γὰρ δὴ μὴ μετάθωνται γε καὶ νῦν οἱ Καρχηδόνιοι δέος ἔστιν, οἳ τοσήνδε μετάνοιαν καὶ δίκην τῆς πρὶν ἀγνωμοσύνης ὑφίστανται. ἔστι δʼ ἀναμαρτησίας τοῖς μὲν σώφροσιν ἡ εὐβουλία φυλακή, τοῖς δʼ ἁμαρτοῦσι τὸ προπαθεῖν καὶ μεταγνῶναι. βεβαιοτέρους τε εἰκός ἐστι τοὺς νενουθετημένους εἶναι τῶν ἀπειράτων. οὐδʼ ἄξιον Καρχηδονίοις ὑμᾶς ὠμότητα καὶ ἁμαρτίαν ἐπικαλοῦντας ταῦτα μιμεῖσθαι· τοῖς μὲν γὰρ ἀτυχοῦσιν ἑτέρων ἁμαρτημάτων ἄρχουσιν ὑπὸ τῆς ἀπορίας αἱ συμφοραί, τοῖς δʼ εὖ πράσσουσιν ἐν ἐξουσίᾳ τὸ φιλάνθρωπόν ἐστιν. οὐδʼ εὐκλεές, οὐδὲ συμφέρον ἐς τὴν ἀρχὴν ὑμῖν ἐστὶ πόλιν τοσήνδε καθαιρεῖν μᾶλλον ἢ περισώζειν. ἐστὲ δὲ ἀμείνονες μὲν ὑμεῖς τῶν ὑμετέρων συμφερόντων κριταί, ἡμεῖς δʼ ὑμῖν ἐς τὴν ἑαυτῶν σωτηρίαν δύο ταῦτα μάλιστα φέρομεν ἐκ πάντων, τὸ τῆς Καρχηδονίων ποτὲ ἀξίωμα ἀρχῆς, καὶ τὴν ὑμετέραν αὐτῶν ἐς πάντα μετριοπάθειαν, ἣ μετὰ τῶν ὅπλων ἐς τοσοῦτον ὑμᾶς ἐπῇρεν ἀρχῆς καὶ δυνάμεως. τίσι δὲ συνθήκαις, ἂν ἄρα διδῶτε τὴν εἰρήνην, χρησόμεθα περὶ αὐτῆς, περισσὸν λέγειν τοὺς ἐφʼ ὑμῖν τὰ ἑαυτῶν τιθεμένους.
8.53
τοσαῦτʼ εἰπὼν ὁ ἔριφος ἐπέκλαυσεν. ὁ δὲ Σκιπίων μεταστησάμενος αὐτοὺς ἐβουλεύετο μετὰ τῶν ἀρίστων ἐπὶ πολύ. ὡς δʼ ἔκρινεν, ἐσκαλέσας αὐτοὺς ἔλεγεν ὧδε· ἐστὲ μὲν οὐδεμιᾶς συγγνώμης ἄξιοι, πολλάκις ἐς σπονδὰς ἡμῶν ὑβρίσαντες, καὶ τὰ τελευταῖα νῦν καὶ ἐς πρεσβείας ἁμαρτόντες οὕτω φανερῶς καὶ ἀθεμίτως ὡς μήτε ἐξαρνεῖσθαι μήτε ἀντιλέγειν ὅτι μὴ τῆς ἐσχάτης ἐστὲ τιμωρίας ἄξιοι. τί δὲ δεῖ κατηγορεῖν τῶν ὁμολογούντων; ἐς ἱκεσίας καταφεύγετε οἱ μηδʼ ὄνομα Ῥωμαίων ὑπολιπόντες ἄν, εἰ ὑμεῖς ἐκρατήσατε. ἀλλʼ ἡμεῖς μὲν οὐδέ ποθʼ ὑμῖν ὅμοια ποιήσομεν, ἐπεὶ καὶ τοὺς πρέσβεις ὑμῶν, ἔτι ὄντας ἐν Ῥώμῃ, παρεσπονδηκότων ὑμῶν καὶ ἐς πρέσβεις ἁμαρτόντων, ἥ τε πόλις ἀπέλυσε, κἀγὼ καταχθέντας ἐς τὸ στρατόπεδον πρὸς ὑμᾶς ἤδη πολεμοῦντας ἀπέπεμψα ἀπαθεῖς. χρὴ δʼ ὑμᾶς καταγιγνώσκοντας αὑτῶν, ὅ τι ἂν λάβητε, κέρδος ἡγεῖσθαι. λέξω δʼ ἅ μοι δοκεῖ, καὶ ἡ σύγκλητος ἐπιψηφιεῖ ἃ ἂν δοκιμάσῃ.