1.5
μετὰ δὲ τοῦτο Ῥωμαίοις μὲν καὶ Καρχηδονίοις εἰρηναῖα ἦν ἐς ἀλλήλους, Λίβυες, δʼ ὅσοι Καρχηδονίων ὄντες ὑπήκοοι συνεμεμαχήκεσαν αὐτοῖς ἐπὶ Σικελίαν, καὶ Κελτῶν ὅσοι ἐμεμισθοφορήκεσαν, ἐγκλήματά τινα μισθῶν καὶ ὑποσχέσεων ἐς τοὺς Καρχηδονίους ἔχοντες ἐπολέμουν αὐτοῖς μάλα καρτερῶς. οἱ δὲ Ῥωμαίους ἐς συμμαχίαν ὡς φίλους ἐκάλουν, καὶ αὐτοὺς οἱ Ῥωμαῖοι ξενολογεῖν ἐς μόνον τόνδε τὸν πόλεμον ἀπὸ τῆς Ἰταλίας ἐφῆκαν· ἀπείρητο γὰρ ἐν ταῖς σπονδαῖς καὶ τόδε. ἔπεμψαν δὲ καὶ διαλλακτῆρας, οἷς οἱ Λίβυες οὐχ ὑπήκουον, ἀλλὰ τὰς πόλεις ἐδήλωσαν ὑπηκόους εἶναι Ῥωμαίων, εἰ θέλοιεν· οἱ δʼ οὐκ ἐδέξαντο. Καρχηδόνιοι δὲ ναυτικῷ πολλῷ ταῖς πόλεσιν ἐφεδρεύοντες τὴν ἀγορὰν αὐτῶν ἀφῃροῦντο τὴν ἐκ τῆς θαλάσσης, ἀσπόρου δὲ καὶ τῆς γῆς ὡς ἐν πολέμῳ γενομένης, Λιβύων μὲν διὰ τὸν λιμὸν ἐκράτουν, ἐμπόρους δʼ, ὅσοι παρέπλεον, ἐλῄστευον ἐξ ἀπορίας· τοὺς δὲ Ῥωμαίων καὶ κτείνοντες ἔβαλλον ἐς τὸ πέλαγος, ἵνα λανθάνοιεν. καὶ διέλαθον ἐπὶ πολύ. γνωσθέντος δὲ τοῦ γιγνομένου, ποινὴν αἰτούμενοι διωθοῦντο, μέχρι Ῥωμαίων ἐπιστρατεύειν αὐτοῖς ψηφισαμένων Σαρδὼ ποινὴν ἔδωκαν. καὶ τόδε ταῖς προτέραις συνθήκαις ἐνεγράφη.