10.73
οἱ μὲν δὴ τὸ ἑαυτῶν ἔπραξαν, ὁ δὲ λιμὸς τὸν Ἀσδρούβαν καὶ τοὺς Καρχηδονίους ἐξέτριβε· καὶ τοῖς σώμασι πάντα ἔχοντες ἀσθενῶς, βιάσασθαι μὲν οὐκέτι τοὺς πολεμίους ἐδύναντο, τὰ δʼ ὑποζύγια πρῶτον, εἶτα τοὺς ἵππους ἐπὶ τοῖς ὑποζυγίοις ἔθυον, καὶ ἱμάντας ἑψοῦντες ἤσθιον. καὶ νόσων αὐτοὺς ἰδέαι πᾶσαι κατελάμβανον ἔκ τε πονηρίας τροφῶν καὶ ἀκινησίας ἔργων καὶ ὥρας ἔτους· συνεκέκλειστο γὰρ ἐς ἓν χωρίον καὶ στενὸν στρατόπεδον ὄχλος ἀνθρώπων ἐν Λιβύῃ θέρους. τῶν τε ξύλων αὐτοὺς ἐς τὴν ἕψησιν ἐπιλιπόντων τὰ ὅπλα κατέκαιον. καὶ τῶν ἀποθνησκόντων οὐδεὶς οὔτʼ ἐξεφέρετο, Μασσανάσσου τὴν φυλακὴν οὐκ ἀνιέντος, οὔτʼ ἐξεκαίετο ξύλων ἀπορίᾳ. ὁ οὖν φθόρος αὐτοῖς ἦν πολύς τε καὶ περιώδυνος, συνοῦσιν ὀδωδόσι καὶ σηπομένοις σώμασιν. τό τε πλεῖστον ἤδη τοῦ στρατοῦ διέφθαρτο· καὶ τὸ ὑπόλοιπον οὐδεμίαν σφίσιν ἐλπίδα σωτηρίας ὁρῶντες, τοὺς αὐτομόλους ὑπέστησαν ἐκδοῦναι τῷ Μασσανάσσῃ, καὶ πεντακισχίλια ἀργυρίου τάλαντα πεντήκοντα ἔτεσιν ἐσενεγκεῖν, τούς τε φυγάδας σφῶν καταδέξασθαι παρὰ τὸ ὅρκιον, καὶ αὐτοὶ διὰ μιᾶς πύλης τοὺς ἐχθροὺς καθʼ ἕνα διεξελθεῖν σὺν χιτωνίσκῳ μόνῳ. Γολόσσης δʼ αὐτοῖς ἀπιοῦσι, χαλεπαίνων τῆς οὐ πρὸ πολλοῦ διώξεως, εἴτε συνειδότος τοῦ πατρὸς εἴτε διʼ ἑαυτοῦ, Νομάδας ἱππέας ἐπέπεμψεν, οἳ οὐκ ἀμυνομένους, οὔτε ὅπλον ἔχοντας ἐς ἄμυναν οὔτε φυγεῖν ὑπʼ ἀσθενείας δυναμένους ἔκτειναν. ἔκ τε μυριάδων πέντε στρατοῦ καὶ ὀκτακισχιλίων ἀνδρῶν ὀλίγοι πάμπαν ἐς Καρχηδόνα περιεσώθησαν, καὶ σὺν αὐτοῖς Ἀσδρουβας τε ὁ στρατηγὸς καὶ ἕτεροι τῶν ἐπιφανῶν.