11.76
Καρχηδονίοις δὲ προσέπεσεν ἥ τε κρίσις τοῦ πολέμου καὶ τὸ ἔργον ὁμοῦ διʼ ἑνὸς ἀγγέλου· ὁ γὰρ αὐτὸς ἔφερέ τε τὸ ψήφισμα τοῦ πολέμου, καὶ τὰς ναῦς ἐδήλου πλεῖν ἐπὶ σφᾶς. ἐκπλαγέντες οὖν ἀπεγίγνωσκον αὑτῶν ἀπορίᾳ τε νεῶν καὶ ἀπωλείᾳ προσφάτῳ τοσῆσδε νεότητος, οὐ συμμάχους ἔχοντες, οὐ μισθοφόρους ἑτοίμους, οὐ σῖτον ἐς πολιορκίαν συνενηνεγμένον, οὐκ ἄλλο οὐδέν, ὡς ἐν ἀκηρύκτῳ καὶ ταχεῖ πολέμῳ, οὐδʼ αὐτοὶ διαρκεῖν δυνάμενοι Ῥωμαίοις τε καὶ Μασσανάσσῃ. πρέσβεις οὖν ἑτέρους ἐς Ῥώμην ἔπεμπον αὐτοκράτορας, ὅπῃ δύναιντο, τὰ παρόντα διαθέσθαι. οἷς ἡ σύγκλητος εἶπεν, ἐὰν τοῖς ὑπάτοις ἔτι οὖσιν ἐν Σικελίᾳ, τριάκοντα ἡμερῶν τῶνδε, οἱ Καρχηδόνιοι τριακοσίους τοὺς ἐνδοξοτάτους σφῶν παῖδας ἐς ὁμηρείαν παράσχωσι καὶ τἄλλα κατακούσωσιν αὐτῶν, ἕξειν Καρχηδόνα ἐλευθέραν τε καὶ αὐτόνομον, καὶ γῆν ὅσην ἔχουσιν ἐν Λιβύῃ. ταῦτα μὲν ἐς τὸ φανερὸν ἐψηφίσαντο, καὶ τοῖς πρέσβεσιν ἔδωκαν ἐς Καρχηδόνα φέρειν τὸ δόγμα· ἐν ἀπορρήτῳ δὲ τοῖς ὑπάτοις ἐπέστειλαν ἔχεσθαι τῶν ἰδίᾳ σφίσιν ἐντεταλμένων.