2.8
ὁ δὲ Σκιπίων ἔνθους ὢν ἐπὶ Καρχηδόνι ἐκ πολλοῦ, καί τινας ἱππέας τε καὶ πεζούς, ἐς ἑπτακισχιλίους μάλιστα. ἀθροίσας, διέπλευσεν ἐς Σικελίαν ἔχων ἀμφʼ αὑτὸν ἀρτιγενείους ἐπιλέκτους τριακοσίους, οἷς εἴρητο χωρὶς ὅπλων ἕπεσθαι. Σικελῶν δʼ αὖ τριακοσίους καταγράψας εὐδαίμονας ἐκέλευσεν ἥκειν ἐς ἡμέραν ῥητήν, ἐσκευασμένους ὅπλοις τε καὶ ἵπποις ὅτι δύναιντο καλλίστοις. ὡς δὲ ἀφίκοντο, προύθηκεν εἴ τις ἑαυτοῦ θέλοι τὸν στρατευσόμενον ἀντιδοῦναι. δεξαμένων δὲ πάντων, ἤγαγεν ἐς μέσον τοὺς τριακοσίους τοὺς ὅπλων ἐρήμους, καὶ ἐς τούσδε ἐκείνοις προσέταξε μετασκευάσασθαι. οἱ δʼ ἑκόντες παρεδίδοσαν ὅπλα καὶ ἵππους. καὶ περιῆν τῷ Σκιπίωνι τριακοσίους νέους Ἰταλιώτας ἔχειν ἀντὶ Σικελιωτῶν, κάλλιστα ἵπποις καὶ ὅπλοις ἀλλοτρίοις ἐσκευασμένους, καὶ χάριν εὐθὺς ἐπὶ τῷδε εἰδότας· οἷς δὴ καὶ προθυμοτάτοις ἐς πάντα χρώμενος διετέλει.
2.9
Καρχηδόνιοι δὲ ταῦτα πυνθανόμενοι Ἀσδρούβαν μὲν τὸν Γέσκωνος ἐπὶ θήραν ἐλεφάντων ἐξέπεμπον, Μάγωνι δʼ ἀμφὶ τὴν Λιγυστίνην ξεναγοῦντι πεζοὺς ἀπέστελλον ἐς ἑξακισχιλίους καὶ ἱππέας ὀκτακοσίους καὶ ἐλέφαντας ἑπτά, καὶ προσέτασσον αὐτῷ μεθʼ ὅσων δύναιτο ἄλλων ἐσβαλεῖν ἐς Τυρρηνίαν, ἵνα τὸν Σκιπίωνα περισπάσειεν ἐκ Λιβύης. Μάγων μὲν δὴ καὶ τότε ἐβράδυνεν, Ἀννίβᾳ τε συνελθεῖν οὐ δυνάμενος πολὺ διεστῶτι, καὶ τὸ μέλλον ἀεὶ περιορώμενος. Ἀσδρούβας δʼ ἀπὸ τῆς θήρας ἐπανελθὼν κατέλεγε Καρχηδονίων τε καὶ Λιβύων ἐς ἑξακισχιλίους πεζοὺς ἑκατέρων καὶ ἱππέας ἑξακοσίους, δούλους τε ἠγόραζε πεντακισχιλίους, τὸ ναυτικὸν ἐρέσσειν, καὶ παρὰ τῶν Νομάδων ἔλαβε δισχιλίους ἱππέας, καὶ ξένους ἐμισθοῦτο, καὶ πάντας ἐγύμναζε, διακοσίους σταδίους ἀποσχὼν ἀπὸ Καρχηδόνος.