11.77
οἱ δὲ Καρχηδόνιοι τὴν μὲν γνώμην ὑπώπτευον, οὐκ ἐπὶ συνθήκῃ βεβαίᾳ τὰ ὅμηρα παρέχοντες· οἷα δʼ ἐν κινδύνῳ τοσῷδε, τὰς ἐλπίδας ἐν ᾧ μηδὲν ἐκλείψουσι τιθέμενοι, σπουδῇ προλαβόντες τὴν προθεσμίαν, τοὺς παῖδας ἦγον ἐς Σικελίαν, γονέων τε αὐτοῖς ἐπικλαιόντων καὶ οἰκείων, καὶ μάλιστα τῶν μητέρων, αἳ σὺν ὀλολυγῇ μανιώδει τῶν τέκνων ἐξήπτοντο καὶ νεῶν τῶν φερουσῶν αὐτὰ καὶ στρατηγῶν τῶν ἀγόντων, ἀγκυρῶν τε ἐπελαμβάνοντο καὶ καλῴδια διέσπων καὶ ναύταις συνεπλέκοντο καὶ τὸν πλοῦν ἐκώλυον. εἰσὶ δʼ αἳ καὶ μέχρι πολλοῦ τῆς θαλάσσης παρένεον, δεδακρυμέναι τε καὶ ἐς τὰ τέκνα ἀφορῶσαι. αἱ δʼ ἐπὶ τῆς γῆς τὰς κόμας ἐτίλλοντο καὶ τὰ στέρνα ἔκοπτον ὡς ἐπὶ πένθει· ἐδόκουν γὰρ ὄνομα μὲν ἐς εὐπρέπειαν εἶναι τὴν ὁμηρείαν, ἔργῳ δὲ τῆς πόλεως ἔκδοσιν, ἐπʼ οὐδεμιᾷ συνθήκῃ τῶνδε τῶν παίδων διδομένων. καὶ πολλαὶ καὶ τοῦτο ἐν ταῖς οἰμωγαῖς κατεμαντεύοντο τῇ πόλει, μηδὲν αὐτὴν ὀνήσειν τοὺς παῖδας ἐκδιδομένους· ἐν μὲν δὴ τῇ Καρχηδόνι τῶν ὁμήρων ἡ ἀναγωγὴ τοιάδε τις ἦν, ἐν δὲ τῇ Σικελίᾳ παραλαβόντες αὐτὰ οἱ ὕπατοι διέπεμπον ἐς Ῥώμην, καὶ τοῖς Καρχηδονίοις ἔφασαν ἐς τὸ τέλος τοῦ πολέμου τὰ λοιπὰ ἐρεῖν ἐν Ἰτύκῃ.