12.85
δόξης δʼ ἀγαθῆς καὶ εὐσεβοῦς ἐφίεσθε, ὦ Ῥωμαῖοι, παρὰ πάντα ἔργα, καὶ μετριοπάθειαν ἐν τοῖς εὐτυχήμασιν ἐπαγγέλλεσθε, καὶ τοῦθʼ οἷς ἂν ἀεὶ λάβητε καταλογίζεσθε· μὴ δή, πρὸς Διὸς καὶ θεῶν, τῶν τε ἄλλων καὶ ὅσοι Καρχηδόνα ἔτι ἔχουσί τε καὶ μή ποτε μνησικακήσαιεν ὑμῖν μηδὲ παισὶν ὑμετέροις, μὴ ἀγαθὴν δόξαν ὑμῶν αὐτῶν ἐν ἡμῖν πρώτοις διαβάλητε, μηδὲ τοιῷδε ἔργῳ τὴν εὔκλειαν ὑμῶν καταμιάνητε, χαλεπῷ μὲν ἐργασθῆναι χαλεπῷ δὲ ἀκουσθῆναι, παρά τε πρώτοις ὑμῖν ἐξ ἅπαντος τοῦ βίου γενησομένῳ. πόλεμοι γὰρ πολλοὶ μὲν Ἕλλησιν ἐγένοντο καὶ βαρβάροις, πολλοὶ δὲ ὑμῖν, ὦ Ῥωμαῖοι, πρὸς ἑτέρους· καὶ οὐδείς πω κατέσκαψε πόλιν χεῖράς τε πρὸ μάχης καθεῖσαν καὶ ὅπλα καὶ τέκνα παραδοῦσαν. καὶ εἴ τις ἔστιν ἐς ἀνθρώπους ἄλλη ζημία, καὶ ταύτην παθεῖν ὑπομένουσαν. προφέροντες δʼ ὑμῖν ὁρκίους θεοὺς καὶ τύχην ἀνθρωπείαν καὶ τὴν φοβερωτάτην τοῖς εὐτυχοῦσι Νέμεσιν, δεόμεθα μήτε ἐς τὴν ὑμετέραν εὐπραγίαν ὑμᾶς ὑβρίσαι, μήτε τὰς ἡμετέρας συμφορὰς ἐς ἀνήκεστον προαγαγεῖν, συγχωρῆσαι δʼ, εἰ μὴ δίδοτε τὴν πόλιν ἔχειν, ἔς γε τὴν σύγκλητον ἔτι πρεσβεῦσαι περὶ αὐτῆς καὶ δεηθῆναι. βραχὺ δʼ ὁρᾶτε τὸ διάστημα τοῦ χρόνου, βάσανον μὲν ἡμῖν φέρον μακρὰν ἐν ὀλίγῳ διὰ τὴν τῶν ἐσομένων ἀμφιβολίαν· ὑμῖν δὲ τὸ μὲν ἀσφαλὲς ἴσον, ἢ νῦν ἢ μετʼ ὀλίγον τὰ δοκοῦντα δρᾶν, τὸ δʼ εὐσεβὲς καὶ φιλάνθρωπον ἐπιγίγεται.