15.101
ὅθεν οἷ Φαμέας οὐκ ἐπεχείρει μόνῳ. καὶ γιγνομένου τοῦδε συνεχῶς τὸ μὲν κλέος ηὔξετο τῷ Σκιπίωνι, οἱ δʼ ἕτεροι χιλίαρχοι κατὰ φθόνον ἐλογοποίουν ξενίαν ἐκ πατερων εἶναι Φαμέᾳ πρὸς Σκιπίωνα τὸν τοῦδε πάππον. Λιβύων δὲ τοῖς ἐς πύργους καὶ φρούρια, ἃ πολλὰ ἦν ἐν τῇ χώρᾳ, καταφυγοῦσιν οἱ μὲν ἄλλοι χιλίαρχοι σπενδόμενοι καὶ μεθιέντες ἐπετίθεντο ἀπιοῦσιν, ὁ δὲ Σκιπίων ἐς τὰ οἴκοι παρέπεμπε, καὶ ἀπὸ τοῦδε οὐ πρὶν ἢ Σκιπίωνα ἀφικέσθαι συνετίθετο οὐδείς. τοσαύτη δόξα αὐτοῦ ἀνδρείας τε πέρι καὶ πίστεως καὶ παρὰ τοῖς ἰδίοις διʼ ὀλίγου ἐγεγένητο καὶ παρὰ τοῖς πολεμίοις. ἐπανελθόντων δʼ αὐτῶν ἀπὸ τῆς προνομῆς ἐς τὸ στρατόπεδον, οἱ Καρχηδόνιοι νυκτὸς ἐπέθεντο τῷ ἐπινείῳ· καὶ θόρυβος ἦν ποικίλος, συνεπηχούντων ἐς ἔκπληξιν τῶν ἐν ἄστει Καρχηδονίων. ὁ μὲν οὖν Μανίλιος τὸν στρατὸν ἔνδον συνεῖχεν ὡς ἐν ἀγνοίᾳ τοῦ κακοῦ· ὁ δὲ Σκιπίων ἱππέων ἴλας δέκα λαβὼν ἐπῆγε μετὰ δᾴδων ἡμμένων, προειπὼν διὰ τὴν νύκτα μὴ συμπλέκεσθαι, περιτρέχειν δὲ σὺν τῷ πυρὶ καὶ τὸ πλῆθος ἐπιφαίνειν καὶ φόβον ἐμπεσουμένων παρέχειν ἀεί, μέχρι ταρασσόμενοι διχόθεν οἱ Καρχηδόνιοι κατεπλάγησαν καὶ ἐς τὴν πόλιν ἐσέφυγον. καὶ τόδε τοῖς Σκιπίωνος κατορθώμασι προσεγίγνετο. ἦν τε διὰ στόματος ἐπὶ πᾶσιν ἔργοις ὡς μόνος ἄξιος Παύλου τε τοῦ πατρὸς τοῦ Μακεδόνας ἑλόντος καὶ τῶν Σκιπιώνων, ἐς οὓς κατὰ θέσιν ἀνείληπτο.