15.103
ὁ δὲ Σκιπίων τριακοσίους ἱππέας οὓς εἶχεν ἀμφʼ αὑτόν, καὶ ὅσους ἄλλους συναγαγεῖν ἔφθασε, διελὼν ἐς δύο τοῖς ἐχθροῖς ἐπῆγε σὺν δρόμῳ πολλῷ, παρὰ μέρος ἀκοντίζοντάς τε καὶ εὐθὺς ἀποχωροῦντας, εἶτʼ αὖθις ἐπιόντας καὶ πάλιν εὐθὺς ἀποπηδῶντας. οὕτω γὰρ εἴρητο αὐτοῖς, τοὺς ἡμίσεας ἀεὶ παρὰ μέρος ἐπιέναι καὶ ἀκοντίσαντας ἀπελαύνειν, ὥσπερ ἐν κύκλῳ περιιόντας. γιγνομένου δὲ τοῦδε πυκνοῦ, καὶ διαστήματος οὐδενὸς ὄντος, οἱ μὲν Λίβυες ἐβάλλοντο συνεχῶς, καὶ ἐπιστρέφοντες ἐς τὸν Σκιπίωνα ἧσσον τοῖς περῶσιν ἐπέκειντο, οἱ δʼ ἔφθασαν διελθεῖν τὸ ῥεῦμα. καὶ ὁ Σκιπίων ἐπʼ αὐτοῖς ἀφίππευσε βαλλόμενός τε καὶ χαλεπῶς. σπεῖραι δʼ ἐν ἀρχῇ τοῦδε τοῦ πόνου τέσσαρες ἀποσχισθεῖσαι τοῦ ῥεύματος ὑπὸ τῶν πολεμίων ἔς τινα λόφον ἀνέδραμον· καὶ αὐτὰς ὁ Ἀσδρούβας περιεκάθητο, ἀγνοούντων ἔτι Ῥωμαίων, ἕως ἐστάθμευσαν. ἐπεὶ δʼ ἔμαθον, ἠπόρουν, καὶ τοῖς μὲν ἐδόκει φεύγειν καὶ μὴ κινδυνεύειν ἅπασι διʼ ὀλίγους, ὁ δὲ Σκιπίων ἐδίδασκεν ἀρχομένων μὲν ἔργων εὐβουλίᾳ χρῆσθαι, κινδυνεύοντων δὲ ἀνδρῶν τοσῶνδε καὶ σημείων τόλμῃ παραβόλῳ. αὐτὸς δʼ ἐπιλεξάμενός τινας ἱππέων ἴλας, ἐπανοίσειν ἔφη ἐκείνους, ἢ χαίρων αὐτοῖς συναπολεῖσθαι. δύο τε ἡμερῶν σιτία φέρων εὐθὺς ὥδευε, δεδιότος πάνυ τοῦ στρατοῦ μὴ οὐδʼ αὐτὸς ἐπανέλθοι. ὡς δʼ ἧκεν ἐπὶ τὸν λόφον ἔνθα ἦσαν οἱ πολιορκούμενοι, τὸν μὲν ἄντικρυς αὐτοῦ δρόμῳ κατέλαβε, καὶ μία τοὺς δύο χαράδρα διεῖργεν, οἱ δὲ Λίβυες τότε μάλιστα ἐπέκειντο τοῖς πολιορκουμένοις καὶ πρὸς αὐτοὺς ἐνενεύκεσαν, ὡς οὔπω δυναμένου τοῦ Σκιπίωνος ἐπικουρεῖν ἐξ ὁδοιπορίας συντόνου. ὁ δὲ Σκιπίων ὡς εἶδε τὰς πέζας τῶν δύο λόφων τὴν χαράδραν περιιούσας, τὸν καιρὸν οὐ μεθῆκεν, ἀλλὰ περιέδραμε διʼ αὐτῶν ὑπὲρ τοὺς πολεμίους. οἱ δʼ ἤδη κυκλου?́μενοι διέφευγον ἀκόσμως, μεθιέντος αὐτοὺς ἀπιέναι τοῦ Σκιπίωνος ἀδεῶς, πολὺ πλείονας ὄντας.