15.104
οὕτω μὲν δὴ καὶ τούσδε ὁ Σκιπίων περιέσωσεν ἐν ἀπογνώσει γενομένους. καὶ αὐτὸν ἡ στρατιὰ μακρόθεν ἰδοῦσα ἐξ ἀέλπτου περισεσωσμένον τε καὶ περισώσαντα τοὺς ἑτέρους, μέγα ἠλάλαξαν ἡδόμενοι. καὶ δαιμόνιον αὐτῷ συλλαμβάνειν ἐδόξαζον, ὃ καὶ τῷ πάππῳ Σκιπίωνι προσημαίνειν ἐδόκει τὰ μέλλοντα. ὁ μὲν δὴ Μανίλιος ἀνεζεύγνυεν ἐς τὸ πρὸς τῇ πόλει στρατόπεδον, πολλὴν τίσιν ὑποσχὼν τοῦ μὴ πεισθῆναι Σκιπίωνι τῆς στρατείας ἀποτρέποντι· ἀχθομένων δὲ πάντων ἐπὶ τῇ τῶν πεσόντων ἀταφίᾳ, καὶ μάλιστα ἐπὶ τοῖς χιλιάρχοις, ὁ Σκιπίων τινὰ λύσας τῶν αἰχμαλώτων ἔπεμψε πρὸς Ἀσδρούβαν, καὶ παρῄνει θάψαι τοὺς χιλιάρχους. ὁ δʼ ἐρευνησάμενος τὰ νεκρά, καὶ ἀπὸ τῆς σφραγῖδος εὑρών (χρυσοφοροῦσι γὰρ τῶν στρατευομένων οἱ χιλίαρχοι, τῶν ἐλαττόνων σιδηροφορούντων), ἔθαψεν αὐτούς, εἴτε τὸ ἔργον ἀνθρώπειον καὶ κοινὸν ἐν τοῖς πολέμοις ἡγούμενος, εἴτε τὴν Σκιπίωνος δόξαν ἤδη δεδιώς τε καὶ θεραπεύων. Ῥωμαίοις δʼ ἀναζευγνύουσι μὲν ἀπὸ τοῦ Ἀσδρούβα ἐπέκειτο Φαμέας, διὰ τὸ πταῖσμα θορυβουμένοις· ἐσιοῦσι δὲ οἱ Καρχηδόνιοι τῆς πόλεως ἐκδραμόντες ὑπήντων, καί τινα καὶ τῶν σκευοφόρων διέφθειραν.